1

 2

 3

1

De pythonissa ad Theodosium episcopum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ∆ΙΑ ΤΗΝ ΕΓΓΑΣΤΡΙΜΥΘΟΝ ΠΡΟΣ ΘΕΟ∆ΟΣΙΟΝ ΕΠΙΣΚΟΠΟΝ

Ὁ εἰπὼν τοῖς ἑαυτοῦ μαθηταῖς Ζητεῖτε καὶ εὑρήσετε, δώσει πάντως καὶ τὴν

πρὸς τὸ εὑρεῖν δύναμιν τοῖς φιλομαθῶς κατὰ τὴν ἐντολὴν τοῦ κυρίου διερευνωμένοις καὶ ἀναζητοῦσι τὰ κεκρυμμένα μυστήρια· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὑπὲρ τὴν αἴτησιν ἐπιδαψιλευόμενος τῇ μεγαλοδωρεᾷ τῶν χαρισμάτων. οὐκοῦν Πρόσεχε τῇ ἀναγνώσει, τέκνον Τιμόθεε· πρέπειν γὰρ οἶμαι τῇ τοῦ μεγάλου Παύλου φωνῇ πρὸς τὴν σὴν ἀγαθότητα χρήσασθαι καὶ ∆ώῃ σοι κύριος σύνεσιν ἐν πᾶσιν, ὥστε σε πλουτισθῆναι Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. νῦν δὲ περὶ ὧν ἐπέταξας· ὅσαπερ ἂν ὁ κύριος ὑποβάλῃ, δι' ὀλίγων ὑπηρετήσασθαί σου τῇ προθυμίᾳ καλῶς ἔχειν ἐδοκίμασα, ὡς ἂν διὰ τούτων μάθοις ὅτι χρὴ δι' ἀγάπης ἀλλήλοις δουλεύειν ἡμᾶς ἐν τῷ ποιεῖν τὰ ἀλλήλων θελήματα.

Πρῶτον τοίνυν ἐπειδὴ καὶ τῶν λοιπῶν ἦν κεφαλαίων προ τεταγμένον τὸ περὶ τοῦ Σαμουὴλ ἐπιζητούμενον νόημα, διὰ 102 βραχέων ὡς ἔστι δυνατὸν θεοῦ διδόντος ἐκθήσομαι. ἤρεσέ τισι τῶν πρὸ ἡμῶν ἀληθῆ νομίσαι τῆς γοητίδος ἐκείνης τὴν ἐπὶ τοῦ Σαμουὴλ ψυχαγωγίαν καί τινα λόγον τοιοῦτον εἰς συν ηγορίαν τῆς ὑπολήψεως αὐτῶν ταύτης παρέσχοντο, ὅτι λυπου μένου τοῦ Σαμουὴλ ἐπὶ τῇ ἀποβολῇ τοῦ Σαοὺλ καὶ πάντοτε τοῦτο τῷ κυρίῳ προσφέροντος τὸ "ὅ τι θέλεις, τὴν ἐκ τῶν ἐγγαστριμύθων γινομένην γοητείαν ἐπὶ ἀπάτῃ τῶν ἀνθρώ πων ἐξεκάθαρεν ἐκ τοῦ λαοῦ Σαούλ," καὶ διὰ τοῦτο δυσανασχετοῦντος τοῦ προφήτου ἐπὶ τῷ μὴ θελῆσαι τὸν κύριον διαλλαγῆναι τῷ ἀποβλήτῳ, συγχωρῆσαί φασι τὸν θεὸν ἀναχθῆναι τὴν τοῦ προφήτου ψυχὴν διὰ τῆς τοιαύτης μαγγανείας, ἵνα ἴδῃ ὁ Σαμουήλ, ὅτι ψευδῆ ὑπὲρ αὐτοῦ τῷ θεῷ προετείνετο, λέγων αὐτὸν πολέμιον εἶναι ταῖς ἐγγαστριμύθοις τὸν τηνικαῦτα διὰ τῆς αὐτῶν γοητείας τὴν ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. ἐγὼ δὲ πρὸς τὸ εὐαγ γελικὸν χάσμα βλέπων, ὃ διὰ μέσου τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστηρίχθαι φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ πατριάρχου κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ 103 τὴν τῶν δικαίων ἄνεσιν διαβῆναι καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπερᾶσαι, οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ εὐαγγέλιον. ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουήλ, πονηρὸν δὲ κτῆμα ἡ γοητεία, οὐ πείθομαι, ὅτι ἐν τοσούτῳ τῆς ἰδίας ἀναπαύσεως ὁ Σαμουὴλ καταστὰς τὸ ἀδιόδευτον ἐκεῖνο χάσμα πρὸς τοὺς ἀσεβοῦντας διήρχετο οὔτε ἑκὼν οὔτε ἄκων. ἄκων μὲν οὖν οὐκ ἂν ἔτι ὑπέμεινε τῷ μὴ δύνασθαι τὸ δαιμόνιον διαβῆναι τὸ χάσμα καὶ ἐν τῷ χορῷ τῶν ὁσίων γενόμενον μετακινῆσαι τὸν ἅγιον, ἑκὼν δὲ οὐκ ἂν τοῦτο ἐποίησε τῷ μήτε βούλεσθαι ἐπιμιχθῆναι τοῖς κακοῖς μήτε δύνασθαι· τῷ γὰρ ἐν ἀγαθοῖς ὄντι ἀβούλητον ἀπὸ τῶν ἐν οἷς ἐστιν ἡ πρὸς τὰ ἐναντία μετάστασις· εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ' ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον. Τί οὖν ἐστίν, ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ θεοῦ τοῦ ζωοποιοῦντος καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; ἐπειδὴ τοίνυν σπουδή τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλο σωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν, δι' ἧς ἐλπί ζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν, τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν θεὸν οἱ ἄνθρω ποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ