1

 2

 3

 4

 5

 6

1

Contra Anomoeos

ΟΜΙΛΙΑ ῥηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι σύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς

ἀπολιμπανομένους τῶν θείων συνάξεων. Λόγος ἑνδέκατος.

48.795

αʹ. Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφεὶς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας. Τοῦτο δὲ γέγονεν, οὐκ ἐπειδὴ φιλικός τις ἐγὼ καὶ ἀγαπητικὸς, ἀλλ' ἐπειδὴ ποθεινοὶ καὶ ἐπέραστοι μάλιστα πάντων ὑμεῖς. Τίς γὰρ ὑμῶν οὐκ ἂν ἀγάσαιτο καὶ θαυμάσειε τὸν πεπυρωμένον ζῆλον, τὴν ἀνυπόκριτον ἀγάπην, 48.796 τὴν περὶ τοὺς διδασκάλους εὔνοιαν, τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, ἅπερ ἅπαντα ἱκανὰ καὶ λιθίνην ἐπισπάσασθαι ψυχήν; ∆ιὰ τοῦτο καὶ ἡμεῖς τῆς Ἐκκλησίας ἐκείνης, ἐν ᾗ καὶ ἐτέχθημεν καὶ ἐτράφημεν καὶ ἐπαιδεύθημεν, οὐκ ἔλαττον ὑμᾶς φιλοῦμεν· ἀδελφὴ γὰρ ἐκείνης αὕτη, καὶ διὰ τῶν ἔργων τὴν συγγένειαν ἐπεδείξασθε. Εἰ δὲ πρεσβυτέρα κατὰ τὸν χρόνον ἐκείνη, ἀλλὰ θερμοτέρα κατὰ τὴν πίστιν αὕτη· πλείων ὁ σύλλογος ἐκεῖ, καὶ λαμπρότερον τὸ θέατρον, ἀλλὰ μείζων ἐνταῦθα ἡ ὑπομονὴ, καὶ πλείων τῆς ἀνδρείας ἡ ἐπίδειξις, Λύκοι πανταχόθεν τὰ πρόβατα περιστοιχίζονται, καὶ τὸ ποίμνιον οὐκ 48.797 ἀναλίσκεται· ζάλη καὶ χειμὼν καὶ κλυδώνιον περιέστηκε τὴν ἱερὰν ταύτην ναῦν διηνεκῶς, καὶ οἱ ἐμπλέοντες οὐ καταποντίζονται· φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν. Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν Ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλλοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι. Ἐπεὶ οὖν οὕτως εὐγνώμονες ὑμεῖς καὶ μυρίων ἀγαθῶν ἄξιοι, φέρε τὴν ὑπόσχεσιν μετὰ πάσης χάριτος καταβάλωμεν, ἣν πρῴην ὑμῖν ὑπεσχόμεθα, ἡνίκα περὶ τῶν τοῦ ∆αβὶδ καὶ τοῦ Γολιὰθ ὅπλων ἐφιλοσοφοῦμεν παρ' ὑμῖν, δεικνύντες τῷ λόγῳ, ὡς ὁ μὲν παντευχίᾳ τινὶ πολλῇ καὶ μεγάλῃ πανταχόθεν ἐπέφρακτο, ὁ δὲ γυμνὸς τῶν ὅπλων ἐκείνων τῇ πίστει τετείχιστο· καὶ ὁ μὲν ἀπὸ τοῦ θώρακος καὶ τῆς ἀσπίδος ἔξωθεν, ὁ δὲ ἔσωθεν ἀπὸ τοῦ πνεύματος καὶ τῆς χάριτος ἔστιλβε. ∆ιὰ τοῦτο γοῦν ὁ παῖς τὸν νεανίσκον κατηγωνίσατο, ὁ γυμνὸς τοῦ ὡπλισμένου ἐκράτησεν, ὁ ποιμὴν τὸν στρατιώτην κατέβαλε· λίθου φύσις ποιμενικοῦ χαλκοῦ φύσιν πολεμικοῦ συνέτριψε καὶ διέφθειρεν. Οὐκοῦν καὶ ἡμεῖς τὸν λίθον ἐκεῖνον μεταχειρισώμεθα, τὸν ἀκρογωνιαῖον λέγω, τὸν νοητόν. Εἰ γὰρ τῷ Παύλῳ φιλοσοφεῖν ἔξεστι περὶ τῆς κατὰ τὴν ἔρημον πέτρας, πάντως οὐδὲ ἡμῖν νεμεσήσει τις τὸν λίθον τοῦτον κατὰ τὸν αὐτὸν ἐκλαμβάνουσι τρόπον. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰουδαίων οὐχ ἡ φύσις τῆς ὁρωμένης πέτρας, ἀλλ' ἡ δύναμις τῆς νοουμένης τοὺς ποταμοὺς ἠφίει τῶν ὑδάτων ἐκείνους· οὕτω δὴ καὶ ἐπὶ τοῦ ∆αυῒδ οὐχ ὁ αἰσθητὸς, ἀλλ' ὁ νοητὸς λίθος τὴν βαρβαρικὴν ἐκείνην κατήνεγκε κεφαλήν· οὕτως ὑμῖν καὶ τότε ὑπεσχόμεθα μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικὰ, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καθαιρεῖν τοίνυν αὐτοὺς, οὐκ ἐπαίρειν κελευόμεθα· καταλύειν, οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, φησί. Τί ἐστι δειλοί; Ὁ δειλὸς κἂν ἐπ' ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἀποδεχθὲν, κἂν ἀληθὲς ᾖ, οὐδέπω πληροφορίαν τῇ ψυχῇ παρέχει καὶ