1

 2

1

De cognitione dei et in sancta theophania

ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους.

64.43 Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν

ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι.

Τὰ ὅμοια τούτων καὶ ἄλλος προφήτης, Ἱερεμίας, ἔκραξε λέγων· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη· οὐκ ἀνέβη ἴασις ἐν αὐτῇ. Βαβυλὼν δὲ ἑρμηνεύεται σύγχυσις· συγκέχυται γὰρ ἡ ἀνθρωπότης τῇ ἀβλεψίᾳ. Ἀλλ' ὁ μὲν τρόπος ἀρίστων ἰατρῶν· τοὺς μαθητὰς ὑπερβαίνει τῶν χρονίων τραυμάτων ἡ ἰατρεία. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγίνεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Παρὰ τοῦ Θεοῦ μακαριότης. Καὶ τοῦτο ἰδὼν ὁ προφήτης ∆αυῒδ λέγει· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Τίς δὲ δυνατὸς ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἄνθρωποι γὰρ ἀνθρώπους μακαρίζοντες οὐδὲν ὠφελοῦσι, πολλάκις δὲ καὶ βλάπτουσι, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν· ὁ δὲ μακαρίζων σὺν τῷ λόγῳ καὶ τὴν χάριν παρέχει. Καὶ λάβε τοῦ λόγου τὴν ἀπόδειξιν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ, ἡνίκα τοὺς μαθητὰς ἠρώτα, λέγων· Τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ 64.44 σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος, οὐχ ὁ νομιζόμενος ἐπίγειος. Εἶπες τὸν μακαρισμὸν, δὸς τὴν χάριν τῆς βασιλείας τῶν οὐρανῶν. Εἶδες τὴν χάριν ἑπομένην τῷ λόγῳ; Καὶ ἀρτίως δὲ ἐν τοῖς καταγνωσθεῖσιν ἡμῖν μακαρισμοῖς ἀκηκόαμεν ἕκαστον αὐτῶν τὴν χάριν κατάλληλον ἔχοντα. Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν. Βασιλέως γὰρ ἐπιγείου παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε· βασιλέως δὲ ἐπουρανίου ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν παραγινομένου ἐνταῦθα, οὐ μόνον ἡμεῖς οἱ παρόντες ἀγαλλιώμεθα, ἀλλὰ καὶ πᾶσα ἡ γῆ εὐφραίνεται.

Εἰ γὰρ ἡλίου ἀνατέλλοντος πᾶν τὸ ὑποκείμενον φωτίζεται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, πῶς οὐχὶ πᾶσα ψυχὴ φωτισθήσεται ἐν τῇ φωτοφόρω ταύτῃ νυκτὶ, περὶ ἧς ὁ προφήτης ∆αυῒδ ἁγίῳ Πνεύματι βλέπων ἔλεγεν· Ὅτι σκότος