1

 2

 3

 4

1

De corruptoribus virginum

Ταλανισμὸς πρὸς τοὺς φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους.

60.741 Τί δὲ ἡμῖν, ἄθλιοι καὶ ταλαίπωροι, κακῶν ἡδονῶν ὁδηγοί; πῶς βούλεσθε

ἐκφυγεῖν χεῖρας Θεοῦ ζῶντος; τί ποιήσετε, ὅταν ἔλθῃ ὁ ταύτην μνηστευσάμενος κρῖναι ζῶντας καὶ νεκρούς; τί δὲ ἀπολογήσεσθε, τοιαῦτα παράνομα εἰς τὰς τοῦ Χριστοῦ νύμφας πράξαντες; οὕτω τοσοῦτον κατεφρονήσατε; οὐκ ἐτρομάξατε; οὐ δεδοίκατε; οὐκ ἐφρίξατε; οὐκ ἐφείσασθε τῶν ἑαυτῶν ψυχῶν; οὐκ οἴδατε, ὅτι τοιαύτη παρανομία ἑτέρα οὐκ ἔστιν ὡς αὕτη; οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ εἰσιν αἱ παρθένοι; οὐκ οἴδατε, ὅτι Πνεῦμα Θεοῦ ἦν οἰκοῦν ἐν αὐταῖς; τὰς καθ' ἡμέραν μετὰ Χριστοῦ περὶ τῶν ἀνεκλείπτων καὶ μενόντων εἰς αἰῶνας προϊκῶν διαλεγομένας, καὶ ἃς Παῦλος παρθένους ἁγνὰς παραστῆσαι τῷ Χριστῷ προσήγαγεν, ὑμεῖς βορβόρῳ καὶ δυσωδίᾳ συνεφύρατε; Ὢ πῶς ἐτολμήσατε Χριστοῦ νύμφας φθεῖραι, κακῆς ἐπιθυμίας πρόξενοι; Κατὰ παιδίσκης συνδούλου ἐὰν τολμήσῃ τις τοιαῦτα διαπράξασθαι, οὐκ ἀτιμώρητος διεξέρχεται· κατὰ δὲ τῆς τοῦ ἀμφοτέρων αὐτῶν τε καὶ ὑμῶν τὰς τοῦ Χριστοῦ νύμφας οὕτως ὁπλίζεσθαι, ἐκφεύξεσθαι ἄρα τῆς δίκης προσδοκᾶτε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Καὶ τί ἄρα τούτου ἀνελεεινότερον; μιᾷ γὰρ μαχαίρα δύο φόνους ἐργάζεσθε, καὶ ἑαυτοὺς καὶ αὐτὰς ἀποκτείνοντες· θάνατος γὰρ τοῦτο παρὰ τοῖς εὐφρονοῦσιν.

Ὢ τίς οὐκ ἂν στενάξειε; τίς οὐκ ἂν πενθήσειε; τίς οὐκ ἂν κόψηται καὶ θρηνήσειε τὸν ἄωρον φόνον; τίς οὐ δακρύσειε τὸν ἀπρόθεσμον θάνατον, τίς οὐκ ἀλγήσειεν ἐπὶ τῇ ἀδίκῳ πληγῇ; Προῒξ καὶ γραμματεία παρὰ τῷ νομίμῳ ἐν ἀφθορίᾳ συναπτομένῳ ἀνδρὶ τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ φυλάττονται· καὶ ἡ παρθενία προδίδοται τῷ μοιχῷ; Ἀλλ' ἐρεῖ τις· Ἀνάγκῃ τῷ Χριστῷ συνεζεύχθην, οὐκ ἤμην προθέσεως αὐτῷ συζευχθῆναι, ἀλλὰ συνδούλῳ. Ὅλως ἐτόλμησας, ἀθλία, καθ' ἑαυτὴν δημηγορῆσαι, ὅτι καὶ μὴ ἐχούσης σου πρόθεσιν εἰς αὐτὸν ἢ ἀγάπην, ὁ ∆εσπότης ἐπόθησέ σε; Ἄκουσον, ὦ τάλαινα, καὶ ἐρῶ σοι, καὶ κἂν ἐκ τῶν τοῦ κόσμου πραγμάτων πληροφορήθητι. Λέγω δὴ τοῖς βιωτικοῖς· Ἐὰν κόρην ἕτερος ἀνθ' ἑτέρου ἁρπάσῃ, τῆς ἰσοτιμίας δοκιμαζομένης, κυρία μὲν ἡ ἁρπαγὴ τῷ ποιήσαντι, καὶ νόμος καὶ βασιλεὺς παραχωρεῖ τῇ ἁρπαγῇ. Οὐ γὰρ ἥρπαζε καὶ ἔλαβεν, ἵνα ἐνυβρίσῃ, ἀλλ' ἵνα τιμήσῃ, καὶ προικῷα καὶ δῶρα ἰσχύει. Εἰ οὖν ἀνθρώποις οὐδεμία μεταβολὴ, ἐπειδὴ τῷ προλαβόντι σκοπῷ ἀκολουθεῖ· τί ἀπολογήσῃ, σὺ ἡ παρ' 60.742 ἐλπίδα ὑπὸ τοῦ ∆εσπότου ἁρπαγεῖσα; Οὔτε γὰρ ἀνάγκην ἐκείνην λέγω, δι' ἣν τοῦ ∆εσπότου συζευχθῆναι ἠξιώθης, ἀλλ' οἰκονομίαν καὶ φιλανθρωπίαν ∆εσπότου· ἵνα τῷ τῆς ἀνάγκης σχήματι σὺ ἡ ἀναξία τὸν ὑπὲρ σὲ ἄφθαρτον γάμον κερδάνῃς.

Μὴ οὖν λέγε, ὅτι Ἀνάγκῃ παρθενεύειν εἱλόμην· μὴ ἀχαρίστει τῷ οὐρανίῳ νυμφίῳ, ὅτι σε ἄπροικον καὶ ἀγενῆ καὶ δούλην λαβεῖν κατηξίωσε· δούλη γὰρ αὐτοῦ εἶ, κἂν μὴ θέλῃς. Ὥστε παρακαλῶ, ὦ παρθένε, ὑπήκοόν σε γενέσθαι χωρὶς πάσης ἀντιλογίας καὶ διαλογισμῶν αἰσχίστων. Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας· εἰ δὲ παρέβης καὶ ἔπεσες, ἔγειραι, ἔγειραι, παρακαλῶ. Παρέστηκε γάρ σοι ὁ ἀγαθὸς καὶ φιλάνθρωπος ∆εσπότης ὁ ἀτιμασθεὶς ὑπὸ σοῦ οὐκ ἀποβάλλει σου τὴν συνοίκησιν· ἐπίδος αὐτῷ τὴν χεῖρα. Ἐπειδὴ γὰρ τὴν πρώτην δεξιὰν ἐνύβρισας, κἂν ταύτην μὴ ἀθετήσῃς. Οὐχ ὑπερηφανεῖ σου τὰ τραύματα· ἰᾶται γὰρ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος πληγήν· ἰατρὸς γάρ ἐστιν εὔσπλαγχνος. Ἀποκάλυψον αὐτῷ δι' ἐξομολογήσεως τὸ πάθος, ἵνα ἐπιθήσῃ ἀοράτως τὸ σωτήριον φάρμακον· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς