1

 2

 3

 4

 5

1

De futurae vitae deliciis

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ Ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων εὐτελείας.

51.347 αʹ. Σφοδρὸν τὸ καῦμα, καὶ βαρὺς ὁ αὐχμός· ἀλλὰ τὴν προθυμίαν ὑμῶν οὐκ ἐξέλυσεν, οὐδὲ τὸν πόθον τῆς ἀκροάσεως ἐμάρανε. Τοιοῦτον γὰρ ἀκροατὴς θερμὸς καὶ διεγηγερμένος· τῷ τῆς ἀκροάσεως ἔρωτι νευρούμενος, πάντα ῥᾳδίως ἂν ἐνέγκαι, ὥστε τὴν ἐπιθυμίαν ἐμπλῆσαι ταύτην τὴν καλὴν καὶ πνευματικήν· καὶ οὔτε κρυμὸς, οὔτε αὐχμὸς, οὐ πραγμάτων ὄχλος, οὐ φροντίδων πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ὑποσκελίσαι δύναιτ' ἄν· ὥσπερ οὖν τὸν ὕπτιον καὶ ἀναπεπτωκότα οὐκ ἀέρων εὐκρασίαι, οὐ σχολὴ καὶ ἄδεια, οὐ ῥᾳστώνη καὶ ἄνεσις διεγείρειεν ἂν, ἀλλὰ μένει καθεύδων ὕπνον τινὰ πολλῆς κατηγορίας ἄξιον. Ἀλλ' οὐχ ὑμεῖς τοιοῦτοι, ἀλλὰ παρὰ τῶν τὴν πόλιν οἰκούντων ἡμῖν ἀμείνους. Καὶ γὰρ τὸ κεφάλαιον τῆς πόλεως ὑμεῖς, οὕτω συντεταμένοι καὶ νήφοντες, καὶ τοῖς λεγομένοις μετὰ ἀκριβείας παρακολουθοῦντες ἀεί. Τοῦτο ἐμοὶ τὸ θέατρον τῶν βασιλικῶν αὐλῶν σεμνότερον. Ἐκεῖ μὲν γὰρ τὰ διδόμενα, οἷα ἂν ᾖ, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ θορύβου γέμει καὶ ταραχῆς ἐμπέπλησται· ἐνταῦθα δὲ τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἀσφάλεια πᾶσα, καὶ τιμὴ ταραχῆς ἀπηλλαγμένη, καὶ ἀρχαὶ τέλος οὐκ ἔχουσαι, οὐδὲ αὐτῷ τῷ θανάτῳ διακοπτόμεναι, ἀλλὰ τότε ἀσφαλέστεραι γινόμεναι. Μὴ γάρ μοι τὸν ἐπ' ὀχήματος εἴπῃς καθήμενον, καὶ τὰς ὀφρῦς ἀνασπῶντα, καὶ πολλοὺς ἔχοντα δορυφόρους, μήτε τὴν ζώνην καὶ τὴν τοῦ κήρυκος φωνήν· μὴ ἐντεῦθέν μοι τὸν ἄρχοντα χαρακτηρίσῃς, ἀλλ' ἀπὸ τῆς καταστάσεως τῆς κατὰ ψυχὴν, εἰ τῶν ἑαυτοῦ παθῶν ἄρχει, εἰ τῶν νοσημάτων περιγίνεται· οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ. Τοιοῦτόν μοι δεῖξον τὸν ἄρχοντα· τοῦτο γὰρ ἀρχή. Εἰ δὲ κρατεῖ μὲν ἀνθρώπων, 51.348 δουλεύει δὲ πάθεσι, πάντων ἀνθρώπων δουλικώτερον τὸν τοιοῦτον εἴποιμι ἂν ἔγωγε Καὶ καθάπερ τὸν ἐν τῷ βάθει τὸν πυρετὸν ἔχοντα κατακλειόμενον, κἂν μηδὲν τοιοῦτον ἡ ἐπιφάνεια τοῦ σώματος ἐνδείκνυται, πάντως μάλιστα φαῖεν ἂν πυρέττειν οἱ τῶν ἰατρῶν παῖδες, κἂν οἱ ἰδιῶται ἀγνοῶσιν· οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ· ἄρχοντα δὲ καὶ ἐλεύθερον, καὶ βασιλέων βασιλικώτερον, κἂν ῥάκια περιβεβλημένος ᾖ, κἂν δεσμωτήριον οἰκῇ, κἂν ἅλυσιν περικέηται, τὸν ταύτην ἀποδυσάμενον τὴν τυραννίδα, καὶ οὔτε ταῖς πονηραῖς ἐπιθυμίαις κατεχόμενον, οὔτε ἄλογον δέος πενίας καὶ ἀτιμίας, αὐτῶν τῶν δοκούντων εἶναι λυπηρῶν ἐν τῷ παρόντι βίῳ, δεδοικότα καὶ τρέμοντα. βʹ. Αὗται αἱ ἀρχαὶ οὐκ εἰσὶ χρημάτων ὠνηταὶ, οὐδὲ τοὺς φθονοῦντας ἔχουσι· ταύτην οὐκ οἶδε κατηγόρου γλῶττα, οὔτε βασκάνων ὀφθαλμὸς, οὐδὲ ἐπιβούλων μηχανήματα, ἀλλ' ὥσπερ ἐν ἀσύλῳ χωρίῳ τινὶ τῷ τῆς φιλοσοφίας ἐνδιαιτωμένη, μένει διηνεκῶς ἀχείρωτος, οὐ μόνον ταῖς ἄλλαις τῶν πραγμάτων περιστάσεσιν, ἀλλ' οὐδὲ αὐτῇ εἴκουσα τῇ τελευτῇ. Καὶ δεικνύουσι ταῦτα οἱ μάρτυρες, ὧν τὰ σώματα μὲν διελύθη καὶ κόνις γέγονε καὶ τέφρα, ἡ δὲ ἀρχὴ καθ' ἑκάστην ζῇ τὴν ἡμέραν καὶ ἐνεργεῖ,