1

 2

 3

 4

 5

 6

 7

1

De jejunio

Περὶ νηστείας 62.731 Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον· ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων· πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν. Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν. Ὁ δὲ ὢν ἐν κακοῖς, τιμωρίαν ἔχει τὴν κακίαν· καὶ γὰρ πρὸ γεέννης κόλασις ἡ παρουσία τῆς κακίας. Οὐδὲ γὰρ ἰατροῦ τμῆσις κακή· ἀλλὰ διὰ τὴν προηγησαμένην κακίαν ἐπιφέρεται ἡ κόλασις. Πρῶτον κακὸν τὸ ἐν κακίᾳ ἐξετάζεσθαι. Ὁ ἀσεβὴς ἀλλότριος Θεοῦ ἐστι· κἂν μὴ βληθῇ εἰς γέενναν, τῶν ἀγαθῶν ἀπεστέρηται. Ὁ μὴ σωφρονῶν λυμαίνεται ταῖς ἐπιθυμίαις, ὁ φθονῶν τήκεται τῷ πάθει, ὁ κλέπτων αἰδεῖται καὶ φοβεῖται, ὁ φονεύων οὐ πιστεύει αὐτοῦ τῇ ζωῇ. Πρῶτον κακὸν τὸ κακὸν εἶναι. Κἂν μὴ τέμῃ ὁ ἰατρὸς, νοσεῖ ὁ νοσῶν· κἂν μὴ τιμωρήσηται ὁ Θεὸς μακροθυμεῖ γὰρ, ἐν νόσῳ ἐστὶν ὁ ἁμαρτάνων· Ὁ ποιῶν 62.732 γὰρ, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Οὐκοῦν πρὸ τῆς ἁμαρτίας δεδούλωται ὁ ἁμαρτάνων, καὶ ἤδη ἔχει τὴν τιμωρίαν. Καλὸς ὁ τῆς νηστείας χαλινὸς τοῖς ἀγαπῶσι τὴν ἀπὸ τῆς νηστείας ὠφέλειαν. Μὴ πρόσεχε μόνῳ τῷ ἐπιπόνῳ, ἀλλὰ καὶ τῷ καρπῷ. Εἰ γὰρ μὴ τῇ χρείᾳ προσεῖχέ τις, οὐκ ἂν ἔσπειρεν ὁ σπείρων, ἵνα μὴ δοκῇ σκορπίζειν τὰ ἀποκείμενα· ἀποβλέπων εἰς ἐλπίδα, σπείρει ἃ εἶχεν, ἵνα θερίσῃ ἃ οὐκ εἶχεν. Ἀλγεῖ ἡ σὰρξ ἐν νηστείαις, ἀλλ' εὐφραίνεται ἡ ψυχὴ τῇ ἐλπίδι τῶν ἀγαθῶν. Τί κρεῖττον ἐν ἡμῖν, ψυχὴ ἢ σῶμα; ἥτις κἂν τὸ μὴ ἀλγεῖν ἔλαβε, τρέφεται δὲ τῷ κάλλει τῶν ἀρετῶν μετὰ κρείττονος τῆς περιουσίας. ∆εῖ ἡμᾶς εἶναι ἐν νηστείᾳ, ἥτις τοῦ σώματος οὐκ ἔστι φθορὰ, ἀλλ' ἴασις καὶ θεραπεία. Οἱ νηστεύοντες, καὶ ῥημάτων σωματικῶν ἀπαλλάττονται· οἱ ἀσκοῦντες τήκουσι τὸ περιττὸν τῶν σαρκῶν, καὶ τρέφουσι τὸ ἐλλεῖπον τῆς ψυχῆς. Ἀεὶ ἡ ψυχὴ τοῦ σώματος κήδεται· τρέφει δὲ ἑαυτῇ καὶ ἑαυτῇ φροντίζει. Ἡ ψυχὴ τῷ σώματι εὐτρεπίζει τρόπον 62.733 καὶ ἑαυτῇ εὐτρεπίζει λόγον. Εἰ γὰρ σώματος ἐπιμελεῖται πολλῷ μᾶλλον πρέπει αὐτῇ ἑαυτῆς κήδεσθαι. Ἡ παρὰ τοῦ Θεοῦ τάξις, τὸ ψυχὴν κρατεῖν σώματος· οἱ τιθέμενοι τὸ, σῶμα πρὸ τῆς ψυχῆς, ἀνατρέπουσι τὴν ὀρθὴν τάξιν. Οὐκ αὐτὴ σώματι δουλεύει, ἀλλ' ἢ ἐγένετο μὲν ἐξ ἀρχῆς ὀρθὴ, καὶ ἀεὶ τῇ ψυχῇ ἦν τὸ σῶμα ὑποτασσόμενον. Εἰ δὲ μὴ τοῦτο πείθει σε, κἂν γοῦν τὸ τὰς ἑορτὰς, ἃς ἑορτάζει ἡ ψυχὴ κατὰ τοῦ σώματος, τοῦτο πληροφορείτω σοι, ὅτι καὶ αὐτὴ φρονεῖ κατὰ τοῦ σώματος. Σῶμα σώζεται, ὅταν κρατῇ τὸ σῶμα τῆς ψυχῆς, καὶ αὐτὴ ἀπόλλυται. Μὴ νομίσωμεν μικρὸν κέρδος εἶναι νηστείαν. Ἑνὸς ξύλου εἰ ἀπέσχετο Ἀδὰμ, καὶ ἀπὸ ἑνὸς ἐνήστευσε, τεθνήκει ἂν ὁ θάνατος· μᾶλλον δὲ οὐ τεθνήκει ὁ μὴ ὤν. Ὁρᾷς εἰ τούτῳ ἐχρήσατο τῷ φαρμάκῳ ὁ Ἀδὰμ, οὐκ ἂν γέγονε τὸ γένος ἡμῶν θνητόν; Ὅσης χάριτος γέγονε χρεία, ἵνα ἀναλυθῇ ὃ ἐφεῦρεν ὁ Ἀδὰμ δι' ἀκρασίαν; Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν. Ὁ μὲν γὰρ Ἀδὰμ, οὗ οὐκ ἐξῆν ἁψάμενος, ἀπώλεσε τὸ γένος· ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα. Εἰ δὲ καὶ Ἡσαῦ ἐνήστευσεν, οὐκ ἐπίπρασκε τὰ πρωτοτόκια· ἀλλὰ ἐδωδῆς ἥττων γενόμενος, τὸ ἀπὸ φύσεως πλεονέκτημα ἀντὶ φακῶν πέπρακε. Τοῖς πεπαιδευμένοις Γραφὰς ταῦτα ἐπιτρέπω. Τί κατήνεγκε τοῖς Ἰουδαίοις ἀπὸ τοῦ ὄρους