1

 2

 3

 4

 5

 6

1

De sancto hieromartyre Phoca

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΦΩΚΑΝ, ΚΑΙ ΚΑΤΑ ΑΙΡΕΤΙΚΩΝ Καὶ εἰς τὸν ρμαʹ ψαλμὸν, "Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ

μου πρὸς τὸν Θεὸν ἐδεήθην."

50.699 αʹ. Λαμπρὰ γέγονεν ἡμῖν χθὲς ἡ πόλις, λαμπρὰ καὶ περιφανὴς, οὐκ ἐπειδὴ

κίονας εἶχεν, ἀλλ' ἐπειδὴ μάρτυρα πομπεύοντα ἀπὸ Πόντου πρὸς ἡμᾶς παραγενόμενον. Εἶδεν ὑμῶν τὴν φιλοξενίαν, καὶ ἐνέπλησεν ὑμᾶς τῆς εὐλογίας· ἐπῄνεσεν ὑμῶν τὴν προθυμίαν, καὶ εὐλόγησε τοὺς παραγενομένους. Ἐμακάρισα τοὺς συνελθόντας καὶ μετασχόντας αὐτοῦ τῆς εὐωδίας, καὶ ἐταλάνισα τοὺς ἀπολειφθέντας· ἀλλ' ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακηρύττομεν αὐτὸν, ἵνα καὶ οἱ ἀπολειφθέντες διὰ ῥᾳθυμίαν διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος. Ὃ μὲν γὰρ πολλάκις εἶπον, τοῦτο καὶ λέγων οὐ παύσομαι· οὐκ εὐθύνας ἀπαιτῶ ἁμαρτημάτων, ἀλλὰ τοῖς ἀσθενοῦσι φάρμακα κατασκευάζω. Ἀπελείφθης χθές; παραγενοῦ κἂν σήμερον, ἵνα ἴδῃς αὐτὸν εἰς τὸν οἰκεῖον χῶρον ἀπαγόμενον. Εἶδες αὐτὸν διὰ τῆς ἀγορᾶς ἀγόμενον; βλέπε αὐτὸν καὶ διὰ τοῦ πελάγους πλέοντα, ἵνα ἑκάτερα τὰ στοιχεῖα τῆς παρ' αὐτοῦ εὐλογίας ἐμπλησθῇ. Μηδεὶς ἀπολιμπανέσθω τῆς ἱερᾶς ταύτης πανηγύρεως· μὴ παρθένος οἴκοι μενέτω, μὴ γυνὴ τὴν οἰκίαν κατεχέτω, κενώσωμεν τὴν πόλιν, καὶ πρὸς τὸν τάφον τοῦ μάρτυρος μεθορμίσωμεν· καὶ γὰρ καὶ βασιλεῖς κοινῇ μεθ' ἡμῶν χορεύουσι. Ποίαν οὖν συγγνώμην ἔχει ὁ ἰδιώτης, βασιλέων τὰς βασιλικὰς αὐλὰς καταλιμπανόντων, καὶ τῷ τάφῳ τοῦ μάρτυρος παρακαθημένων; Τοιαύτη γὰρ τῶν μαρτύρων ἡ δύναμις, ὡς μὴ μόνον τοὺς ἰδιώτας, ἀλλὰ καὶ τοὺς τὰ διαδήματα φοροῦντας σαγηνεύειν· αὕτη τῶν Ἑλλήνων ἡ αἰσχύνη, αὕτη τῆς πλάνης αὐτῶν τὸ ὄνειδος, αὕτη τῶν δαιμόνων ἡ ἐξολόθρευσις· αὕτη ἡμῶν ἡ εὐγένεια, καὶ τῆς Ἐκκλησίας ὁ στέφανος. Χορεύω μετὰ μαρτύρων, καὶ σκιρτῶ, ἀντὶ λειμώνων βλέπων αὐτῶν τὸ τρόπαιον, ὅτι ἀντὶ πηγῶν αἷμα ἔῤῥεον· τὰ ὀστᾶ αὐτῶν ἐδαπανήθη, καὶ ἡ μνήμη αὐτῶν καθ' ἑκάστην ἡμέραν νεαρωτέρα γίνεται. Ὥσπερ γὰρ τὸν ἥλιον ἀμήχανον σβεσθῆναι, οὕτω καὶ μνήμην μαρτύρων· αὐτὸς γὰρ ὁ Χριστὸς ἀπεφήνατο· Ὁ οὐρανὸς 50.700 καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

Ἀλλὰ τοῦ μὲν μάρτυρος τὰ ἐγκώμια εἰς τὸν προσήκοντα καιρὸν ἀναμείνωμεν· καὶ γὰρ καὶ ταῦτα ἀρκούντως εἴρηται διὰ τὴν σπουδὴν τῶν ὀφειλόντων συναχθῆναι, καὶ περιφανῆ ποιῆσαι τὴν ἡμέραν τῆς ἑορτῆς. Ὃ μὲν γὰρ καὶ χθὲς ἔλεγον, καὶ σήμερον πάλιν λέγω, τῷ μὲν μάρτυρι οὐδεμία δόξα ἀπὸ τῆς τῶν πολλῶν παρουσίας γενήσεται, ὑμῖν δὲ πλείων ἔσται ἡ εὐλογία ἀπὸ τοῦ παραγενέσθαι πρὸς τὸν μάρτυρα. Ὥσπερ γὰρ ὁ πρὸς τὸν ἥλιον βλέπων τὸ μὲν ἄστρον φαιδρότερον οὐ ποιεῖ, τὰ δὲ οἰκεῖα ὄμματα καταυγάζει· οὕτω δὴ καὶ ὁ μάρτυρα τιμῶν, ἐκεῖνον λαμπρότερον οὐ ποιεῖ, ἀλλ' αὐτὸς παρ' ἐκείνου τὴν εὐλογίαν τοῦ φωτὸς ἐπισπᾶται. Ποιήσωμεν πάλιν τὴν θάλατταν ἐκκλησίαν μετὰ λαμπάδων ἐξιόντες ἐκεῖσε, καὶ τὸ πῦρ ἐνυγραίνοντες, καὶ τὸ ὕδωρ ἐμπιμπλῶντες πυρός. Μηδεὶς φοβείσθω τὸ πέλαγος· ὁ μάρτυς θάνατον οὐκ ἐφοβήθη, καὶ σὺ τὸ ὕδωρ δέδοικας; Ἀλλὰ τοῦτον μὲν αὐτάρκως τὸν λόγον εἰρήκαμεν· φέρε δὴ καὶ ἐκ τῶν σήμερον εἰρημένων τὴν εἰωθυῖαν ὑμῖν παραθῶμεν τράπεζαν. Εἰ γὰρ καὶ στενοχωρεῖται ἡμῶν τὰ σώματα, ἀλλ' ἀναπτερούσθω ἡ διάνοια· οὐδὲ γὰρ τὴν στενοχωρίαν ὑμῶν, ἀλλὰ τὴν προθυμίαν βλέπω. Ἡδὺ καὶ κυβερνήτῃ θάλαττα κυματουμένη, καὶ διδασκάλῳ ἐκκλησία πελαγιζομένη· οὐ γάρ ἐστιν ἐν τοῖς ὕδασι τούτοις οὔτε ἅλμη, οὔτε