1

 2

 3

1

Epitimia lxxiii

Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

1 Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ʹ· ποιῶν δὲ καθ' ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί μοι» ρνʹ, ἀπεχόμενος κρέατος, τυροῦ καὶ ὠοῦ, τὰς δὲ τετράδας καὶ παρασκευὰς ἀπεχόμενος ἐλαίου καὶ ὀψαρίου καὶ οἴνου· εἰ δυνατὸν, καὶ ξηροφαγείτω. 2 Ὁ ἀκουσίως φονεὺς ἐπιτιμάσθω ἔτη γʹ. 3 Ὁ μοιχὸς ἔστω ἀκοινώτητος ἔτη εʹ, ποιῶν μετανοίας καθ' ἡμέραν ρʹ· ἐὰν δὲ μετὰ δακρύων καὶ ταπεινώσεως δουλεύσῃ, καὶ ἐν τρία ἔτη κοινωνείτω. 4 Ὁ πεσὼν εἰς τὴν ἑαυτοῦ συντέκνισσαν, ἐπιτιμάσθω ἔτη ζʹ, ποιῶν καθ' ἡμέραν μετανοίας ʹ, τὸ «Κύριε ἐλέησον» τʹ, καὶ ξηροφαγῶν. 5 Ὁ μοιχεύσας τοῦ ἀδελφοποιητοῦ αὐτοῦ τὴν γυναῖκα, ἔστω ἀκοινώνητος ἔτη ηʹ, μετανοίας ρʹ, «Κύριε ἐλέησον» ρʹ. 6 Ἐὰν ὑπάγωσι πατὴρ καὶ υἱὸς εἰς μίαν γυναῖκα, ὁ μὲν πρῶτος ἐπιτίμιον τοῦ πόρνου λαμβάνει, ἤγουν γʹ· ὁ δὲ δεύτερος ἔστω ἀκοινώνητος ἔτη ιβʹ, καθ' ἑκάστην μετανοίας τʹ. 7 Ὁ κλέπτης καὶ ὁ ἱερόσυλος ἔστω ἀκοινώνητος ἔτη γʹ, μετανοίας ρʹ· 8 Ὁ βλασφημῶν ἀδίκως τὴν τοῦ Καῒν μερίδα καταδικάζεται, καὶ ἔστω ἀκοινώνητος μῆνας ἓξ, μετανοίας ρʹ. 9 Ὁ ὀμνύων ἀκαίρως εἰς τὴν αὐτοῦ συντυχίαν ψευδῆ, ἀφοριζέσθω τῆς ἐκκλησίας ἡμέρας ιβʹ, καὶ ξηροφαγείτω. 10 Ὁ σταυροπάτης ἀφοριζέσθω ἔτη γʹ, μετανοίας ρʹ.

11 Ὁ πεσὼν εἰς μαλακίαν μὴ κοινωνείτω ἕως ἡμερῶν νʹ, ξηροφαγῶν,

μετανοίας μʹ. 12 Ὁ πίπτων εἰς τὴν ἑαυτοῦ συντέκνισσαν βαπτιστὴν, ἔστω ἀκοινώνητος ἔτη ιβʹ, μετανοίας σʹ. 13 Ὁ πεσὼν εἰς ἀνδρόγυνον, εἴτε ἀνὴρ εἴη, εἴτε γυνὴ, ἔχει ἐπιτίμιον ἔτη ζʹ, ἀκοινώνητος, μετανοίας σʹ. 14 Ἐάν τις πέσῃ μετὰ τῆς μητρὸς αὐτοῦ, ἔχει ἐπιτίμιον ἔτη ιδʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. 15 Ἐὰν ἀποθάνῃ παιδίον ἀβάπτιστον μέσον τῶν γονέων αὐτοῦ ἡμερῶν ιβʹ ἢ καὶ πλεῖον, ἔχουσιν ἐπιτίμιον ἔτη βʹ· εἰ δὲ βεβαπτισμένος ἐστὶ, ἡμερῶν μʹ, ἔχουσιν ἐπιτίμιον ἔτη γʹ, ὡς καταφρονοῦντες. 16 Ἐὰν ἀποθάνῃ βρέφος ἀβάπτιστον πλήσιον τῶν γονέων αὐτοῦ ἔσωθεν τῶν ζʹ ἡμερῶν, ἔχουσιν ἐπιτίμιον οἱ γονεῖς αὐτοῦ ἡμέρας μʹ, μετανοίας ιβʹ πρωῒ καὶ βραδὺ, νηστεύοντες δευτέραν, τετράδα καὶ παρασκευὴν, ξηροφαγοῦντες ἄρτον μόνον καὶ ὕδωρ. 17 Γυνὴ θηλάζουσα ἑαυτῆς βρέφος, καταφρονήσασα τοῦ οἰκονομῆσαι αὐτὸ, εὑρέθη δὲ τὸ βρέφος αὐτῆς νεκύων, εἴ ἐστι ἀβάπτιστος ὢν ἡμερῶν μʹ, ἔχει ἐπιτίμιον χρόνον αʹ· εἰ δὲ κεῖται παρεκτὸς καὶ ἀποθανεῖ, ἐπιτιμάσθω ἡμέρας νʹ. 18 Ἐὰν γυνὴ εἰς μαλακίαν ἑαυτὴν ἐκδώσασα ταῖς ἰδίαις χερσὶν, ἔστω ἀκοινώνητος ἔτη ʹ, ἀφοριζέσθω αὐτὴ, καθ' ἡμέραν μετανοίας ρνʹ. 19 Εἴ τις γυνὴ λάβῃ ζύμην, καὶ ἀποσφουγγίζει τὸ σῶμα αὐτῆς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας σʹ. 20 Γυνὴ ἡ συμμιγεῖσα μετὰ ἀνδρὸς ἀπίστου καὶ ἀλλοφύλου, ἐπιτιμάσθω ἔτη ζʹ ἀκοινώνητος, ἀφοριζέσθω αὐτὴ καὶ ἐχομένη μετανοίας ρʹ.

21 Γυνὴ ἡ ἀμελήσασα βρέφου ἐν τῇ κοιλίᾳ αὑτῆς, καὶ ἀποβαλλομένη αὐτὸ,

ἐπιτιμάσθω ἔτη γʹ ἢ δύο, ἀκοινώνητος, μετανοίας ʹ. 22 Εἴ τις οὐ καταδέχεται παρ' ἑτέρου νίψασθαι τοὺς πόδας, ἀνάθεμα ἔστω. 23 Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ μοναχὸς οὐ δέχεται τὸν πρὸς αὐτὸν ἐλθόντα ἁμαρτωλὸν εἰς ἐξομολόγησιν, ἐχθρὸς τοῦ Θεοῦ ὑπάρχει, καὶ τὸν Χριστὸν λυπεῖ τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί· «Ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι.» 24 Εἴ τις μεταλάβῃ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ