1

 2

 3

 4

1

Homilia dicta postquam reliquiae martyrum

ΟΜΙΛΙΑ Βʹ.

63.467 Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλη σίαν προσελθούσης,

κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά σης τῆς ἀγορᾶς ἕως ∆ρυπίας, τοῦ μαρτυρίου ἀπ έχοντος θʹ σημεῖα τῆς πόλεως· ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων. αʹ. Τί εἴπω καὶ τί λαλήσω; σκιρτῶ καὶ μαίνομαι μανίαν σωφροσύνης βελτίονα· πέτομαι καὶ χορεύω καὶ μετάρσιος φέρομαι καὶ μεθύω λοιπὸν ὑπὸ τῆς ἡδονῆς ταύτης τῆς πνευματικῆς. Τί εἴπω καὶ τί λαλήσω; τῶν μαρτύρων τὴν ἰσχύν; τῆς πόλεως τὴν προθυμίαν; τῆς βασιλίδος τὸν ζῆλον; τῶν ἀρχόντων τὴν συνδρομήν; τοῦ διαβόλου τὴν αἰσχύνην; τῶν δαιμόνων τὴν ἧτταν; τῆς Ἐκκλησίας τὴν εὐγένειαν; τοῦ σταυροῦ τὴν ἰσχύν; τοῦ 63.468 σταυρωθέντος τὰ θαύματα; τοῦ Πατρὸς τὴν δόξαν; τοῦ Πνεύματος τὴν χάριν; τοῦ δήμου παντὸς τὴν ἡδονήν; τῆς πόλεως τὰ σκιρτήματα; τῶν μοναχῶν τοὺς συλλόγους; τῶν παρθένων τοὺς χορούς; τῶν ἱερέων τὰ τάγματα; τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν; Εὔκαιρον ἐφ' ἅπασιν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου; Γυναῖκες θαλαμευόμεναι καὶ κηροῦ μαλακώτεραι, τὰ κατάστεγα οἰκήματα καταλιποῦσαι, πρὸς τοὺς ἰσχυροτάτους τῶν ἀνδρῶν ἡμιλλῶντο τῇ προθυμίᾳ, μῆκος ὁδοῦ τοσοῦτον βάδην ἀνύουσαι· οὐ νέαι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι· καὶ οὔτε ἡ τῆς φύ 63.469 σεως ἀσθένεια, οὔτε τὸ τῆς διαγωγῆς ἁβροδίαιτον, οὔτε ὁ τῆς περιφανείας τῦφος γέγονε κώλυμα τῇ προθυμίᾳ. Ἄρχοντες πάλιν καὶ αὐτοὶ τὰ ὀχήματα καταλιπόντες καὶ τοὺς ῥαβδούχους καὶ τοὺς δορυφόρους, τοῖς ἰδιώταις ἑαυτοὺς ἀνέμιξαν.

Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρχοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ' ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν; Ἀλλ' ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας.

Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου ∆αυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις. Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας· ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ ∆αυΐδ. Οὐ γὰρ πλάκας λιθίνας, ἀλλὰ πλάκας ἔχει πνευματικὰς, καὶ χάριν ἐπανθοῦσαν, καὶ δωρεὰν ἀποστίλβουσαν, καὶ ὀστᾶ αὐταῖς ἀντιλάμποντα ταῖς ἀκτῖσι· μᾶλλον δὲ λαμπροτέραν ἀφίενται ἀστραπήν. Ἀκτῖνα μὲν γὰρ βλέποντες ἡλιακὴν, οὐδὲν πάσχουσι δαίμονες· τὴν δὲ ἐντεῦθεν ἐκπηδῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δραπετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος·