1

 2

1

In Zacchaeum publicanum

Εἰς τὸν Ζακχαῖον τὸν τελώνην.

61.767 Οἱ τῶν καλῶν ἐρῶντες, οὐδὲν ἀπέχουσι τῶν διψώντων, ὦ ἀγαπητοί. Ὅσῳ γὰρ οὐχ εὑρίσκουσι τὸ ζητούμενον, τοσούτῳ πρὸς τὴν δίψαν τῶν ποθουμένων ἐκκαίονται· καὶ νύκτωρ μὲν φαντάζονται τὰς ποθουμένας, ὡς διψῶντες, πηγάς· μεθ' ἡμέραν δὲ τόπον ἐκ τόπου περιερχόμενοι, ὄμμασι πολυκινήτοις περιβλεπόμενοι, ζητοῦσι τὰ τῆς καρδίας ποθούμενα. Καὶ ὥσπερ ὁδοιπόροι ἐν ὥρᾳ καύσωνος τὴν ἄνυδρον γῆν διατρέχουσιν, ὑπὸ τῆς δίψης πιεσθέντες, καὶ τὰς πηγὰς περιβλέπονται, ὡς πολλάκις καὶ ἐπὶ βουνοὺς ἀνατρέχοντας αὐτοὺς ὅπου πηγή· κἂν ἴδωσιν αὐτὴν πόῤῥωθεν, χαίρουσι, καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες· εἶτα ἐλθόντες ἐπὶ τὴν πηγὴν τὴν δίψαν τῷ ὕδατι παύουσι· τοιοῦτοί εἰσιν οἱ φιλόχριστοι ἄνδρες. Ἐν γὰρ τῇ ἡμέρᾳ τὸν ποθούμενον αὐτοῖς Χριστὸν ἔργοις ἀγαθοῖς ἐκζητοῦσι, καὶ ἐν νυκτὶ δι' εὐχῶν προσομιλοῦσιν αὐτῷ, καὶ ἐν τοῖς ὕπνοις μετ' αὐτοῦ βηματίζειν φαντάζονται· ἐὰν ἐν ὁράμασιν αὐτὸν ἴδωσι πόῤῥωθεν, χαίρονται καὶ ἀγάλλονται, ὥσπερ οἱ διψῶντες, ὅταν εὕρωσι τὰς ποθουμένας πηγάς· καὶ πάλιν διυπνισθέντες καθεύδειν ἐθέλουσιν, ἵνα τῇ αὐτῇ ὀπτασίᾳ τοῖς ὕπνοις περιτύχωσι.

Τοιοῦτος ἦν καὶ Ζακχαῖος, ὁ ἀρτίως ὑμῖν ὑπὸ τοῦ εὐαγγελίου διαναγνωσθείς. Ὅρα γάρ μοι αὐτὸν καὶ τρέχοντα, καὶ πόθῳ φλεγόμενον θείῳ, καὶ ἐπὶ τὸ δένδρον ἀναβαίνοντα, καὶ Ἰησοῦν περιβλεπόμενον, ὅπως ἴδῃ τὴν ζωοφόρον πηγήν. Θεωρήσας δὲ Ζακχαῖος τὸν Κύριον, τὴν μὲν ὅρασιν ἀνέπαυσε, τὴν δὲ καρδίαν πλέον πρὸς πόθον ἐξέκαυσεν. Εἰσελθὼν δὲ, φησὶν, ὁ Ἰησοῦς εἰς Ἱεριχὼ, διήρχετο. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ζακχαῖος· καὶ οὗτος ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος· καὶ ἐπεθύμει ἰδεῖν τὸν Ἰησοῦν, ὅτι ἐκεῖ ἤμελλε διέρχεσθαι. Ὅρα μοι πόθον ἀνθρώπου, ἀγαπητέ. Καὶ οὐκ ἠδύνατο βλέπειν ἀπὸ τοῦ ὄχλου, ὅτι μικρὸς ἦν τῇ ἡλικίᾳ. Καὶ προλαβὼν εἰς τὰ ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ τὸν Ἰησοῦν, ὅτι ἐκεῖθεν ἤμελλε διέρχεσθαι. Ζακχαῖος ὁ τὴν ἡλικίαν τοῦ σώματος μικρὸς, τῇ δὲ φρονήσει τοῦ πνεύματος μέγας, ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, ἐπεθύμει ἰδεῖν τὸν Θεὸν ἐν ἀνθρώποις τὰ οὐράνια χαριζόμενον· ἐζήτει ἰδεῖν τὸν τῶν ἀγγέλων κτιστὴν, καὶ τοῦ οὐρανίου καὶ ὑπεργείου φωτὸς λαμπαδοθέτην βήμασιν ἀνθρωπίνοις περιπατοῦντα· ἐζήτει ἰδεῖν πῶς ὁ ἥλιος τῆς δικαιοσύνης ἐν τῇ νεφέλῃ τοῦ σώματος καθεζόμενος, τῶν πιστῶν τοὺς ὀφθαλμοὺς τῆς καρδίας κατηύγασεν· ἐζήτει ἰδεῖν τὸν Θεὸν Ἰησοῦν, τὸ καλὸν σχῆμα, τὸ ποθεινὸν πρᾶγμα, τὸ γλυκὺ ὄνομα Ἰησοῦν, τὸν ἐκ τοῦ ὀνόματος πρᾶγμα σημαίνοντα· ἐπεθύμει ἰδεῖν τὸ πορφυρόμαλλον πρόβατον, οὗ τὸ αἷμα τὴν οἰκουμένην ἐξηγόρασε, καὶ ὁ πόκος αὐτοῦ ἀπὸ Ἀδὰμ μέχρι τέλους γυμνωθέντας ἐσκέπασεν· ἐπεθύμει ἰδεῖν ὁ αἰχμάλωτος στρατιώτης τὸν ἴδιον βασιλέα, τὸ πρόβατον τὸν ποιμένα, ὁ πεπλανημένος τὴν ὁδὸν, ὁ ἐσκοτισμένος τὸ φέγγος· ἐπεθύμει ἰδεῖν τὸν τῆς εὐσεβείας κήρυκα, ὁ μὴ ἔχων τὸ τῆς θεογνωσίας γλυκύτατον ἄρτυμα· ἐζήτει ἰδεῖν ὁ ἄῤῥωστος τὴν ὑγείαν, ὁ πεινῶν τὸν οὐράνιον ἄρτον, ὁ διψῶν τὴν ζωοφόρον πηγήν· ἐπεθύμει ἰδεῖν τὸν τῶν ἱερέων ζωοδότην, καὶ ἐξυπνιστὴν τοῦ Λαζάρου. Ὢ ἔρωτος θείου, ὢ ἐπιθυμίας ἀγαθῆς! ὢ ἔρωτος χρυσοπτέρου, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὑτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος! Ἤδη ὁ θεῖος ἔρως, ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρεσκεύασεν· οὐκ ἔτι τὰ ἐπίγεια βλέπειν αὐτὸν ἤδη, οὐκ ἔτι ἀνθρώποις συνεχώρησεν αὐτὸν ὁμιλεῖν· ἀλλὰ πρὸς θείαν βλέψας ἀγάπην, τὰ οὐράνια ἐξεδέχετο· ἀπ' ἐκείνων πρὸς 61.768 ἐκεῖνα ἔτρεχε πρὸς ἃ