1

 2

1

In laudem sancti Joannis theologi (homilia 2) [Sp.]

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον.

61.719 Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης

διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ' ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ' ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβηκεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θεραπεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ' ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ' εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπέδειξεν.

Ὅσους ποτὲ ἐσυλαγώγει ἡ Ἄρτεμις, τούτων πλείονας συνάγει ὁ ἀπόστολος. Ἐκείνη κύνας τρέφουσα, θηρεύουσα, τὴν πλάνην κατέσπειρεν· Ἰωάννης πτωχοὺς οἰκονομῶν καὶ λαοὺς συγκροτῶν, τὴν θεογνωσίαν ἐπέσπειρεν· ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν· Αἴγυπτος μνημονεύει τὰ Μωϋσέως θαύματα, Ἔφεσος ἐξαγγέλλει τὰς Ἰωάννου εὐεργεσίας· Μωϋσῆς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐμαστίγωσεν, Ἰωάννης δὲ τῷ θεοπνεύστῳ Εὐαγγελίῳ Ἔφεσον κατεκόσμησε, μᾶλ 61.720 λον δὲ καὶ πάντας ἠλέησε· Μωϋσῆς διὰ ῥάβδου τὴν θάλασσαν ἔσχισεν, Ἰωάννης διὰ σταυροῦ τὴν Ἄρτεμιν κατέστρεψε· τῆς θαλάσσης σχισθείσης Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ κατεποντίσθησαν· τῆς Ἀρτέμιδος καταπεσούσης, ὁ ἱερεὺς αὐτῆς καὶ τὰ βδελύγματα συνετρίβησαν. Ἐκδιηγεῖται ὁ ∆αυῒδ καὶ λέγει, Ἡ θάλασσα εἶδε, καὶ ἔφυγε· σήμερον ἡ Ἐκκλησία τὸν αὐτὸν τρόπον βοᾷ καὶ λέγει, ἡ Ἄρτεμις εἶδε καὶ ἔπεσεν. Εἶδε τὸν θεολόγον καὶ θεοκήρυκα, εἶδε τὸν θεοφόρον, καὶ ἔπεσεν ἡ ἁμαρτωλὸς, ἡ ἀλίτιμος, εἰς τὸ ἔδαφος.

Εἶδεν ὃν ἠγάπα ὁ Ἰησοῦς, καὶ μένειν οὐκ ἴσχυσε. Τί σοί ἐστιν, Ἄρτεμις, ὅτι ἔπεσες; Εἶδον τὸν υἱὸν τῆς βροντῆς, καὶ κατεῤῥάγη μου τὸ ἱερὸν τῆς μεσιτείας· εἶδον τὸν θεϊκὸν φίλον, καὶ διελύθην· εἶδον τὸν ἐπὶ τὸ θεϊκὸν στῆθος ἀνακλιθέντα, καὶ κατηνέχθην ἐπὶ τὸ εἰδωλικόν μου στῆθος. Θαυμαστὸς ὁ Ἠλίας, ἀγαπητοὶ, ὅτι τὸν Βάαλ κατέστρεψε· θαυμασιώτερος ὁ Ἰωάννης, ὅτι τὴν Ἄρτεμιν ἐξώρισεν. Ἠλίας τετρακοσίους καὶ πεντήκοντα ἀπέκτεινεν· Ἰωάννης τὸν ὑπὸ τοῦ κίονος φονευθέντα ἱερέα ζωοποιήσας ἐν Χριστῷ ἀνέστησεν. Ὢ τοῦ θαύματος! Στῦλος λίθινος τὸν ἰσόλιθον ἐθανάτωσεν ἱερέα, ὃν διὰ τῆς χάριτος ἐξανέστησεν ὁ Ἰωάννης. Ἄραντες γὰρ αὐτοῦ, φησὶ, τὸ σῶμα βαστάζοντες ἤνεγκαν, θέντες πρὸς τὴν θύραν τοῦ Ἰωάννου· καὶ ὃν οὐκ ἤθελε ζῶν θεωρῆσαι, τοῦτον ἀποθανὼν ἐπεζήτει, ζωὴν καὶ πίστιν αἰτούμενος. Οὕτω ποτὲ καὶ οἱ παμπόνηροι Ἰουδαῖοι ἐποίησαν· ζῶντα τὸν Χριστὸν ἀπηρνή 61.721 σαντο, καὶ ἀποθανόντα Υἱὸν Θεοῦ ὡμολόγησαν· ἀπηρνήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀνέβλεψεν ὁ τυφλὸς, καὶ ἐσκοτίσθη ὁ ἀσύνετος λαός. Υἱὸν Θεοῦ ὡμολόγησαν ἐπὶ τοῦ σταυροῦ, ὅτε κλίνας τὴν κεφαλὴν ἀφῆκε τὸ πνεῦμα, καὶ λόγχῃ τὴν ἀοίδιμον αὐτοῦ ἐξεκέντησαν πλευρὰν, καὶ ἐξῆλθε πλῆθος αἵματος καὶ ὕδατος· ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον,