Contra Julianum Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς

 καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖ

 1.1 βιβλίον πρῶτον Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέ

 πρώτων οἱ μετ' αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρο

 ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε

 προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μ

 διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου. 1.14 Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτ

 συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τ

 διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες

 ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμ

 καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνο

 προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν, Κύριον δὲ μοναδικῶς ὀνομάζ

 Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου. 1.29 Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγ

 φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμέ

 προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ' ἐπαγγελίαν υἱοί, καὶ

 ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξη

 αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν; Ἀλλ' οἵ γε, ὦ βέλτιστε, φαίην ἄν τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐ

 ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκ

 μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. 1.45 Εἷς μὲν οὖν ὅτ

 περὶ τοῦ ἁγίου Πνεύματος παρ' αὐτῶν εἰρημένα. Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶ

 ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονήσαντες τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρ

 εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσ

 ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν σκευωρίαν ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων.

 Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες το

 εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν; Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήν

 ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον ∆ία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρ

 κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλού

 Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένε

 κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ

 ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ' ἕτερα πάλιν· Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρ

 τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ χρυσηλάκατον κελαδεινήν, τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες

 τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλ

 ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ νόμον ἔχετε. Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικ

 ἐξηγγελμένην καὶ σμικρὸν οἴεται τῇ ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ' αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπ

 ὁ τῶν ὅλων ∆ημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ' ἡμᾶς ἀξιώ

 καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀ

 παντὸς φύσεως· Εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον μ

 θνητὸν προσυφαίνετε; ∆ῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν

 ἀρχικῶν ὑποστάσεων, οὕτω τέ φησι· Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ στοιχεῖα ὡς ὕλη. 2.47 Ὥσ

 ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ' οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρ

 ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφήναντα, δι' ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· Τὰ γὰρ ἀόρατα α

 τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν. Ὀρθῶς, ὦ γενναῖε· μεμνήσομαι γὰρ αὐτοῦ λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπ

Contra Julianum Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς

τὸν εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Θεοδόσιον.

prol.

1 Ἀξιάκουστα μὲν καὶ ἐξαίρετα καὶ πέρα λόγου παντὸς τὰ τῆς εὐαγοῦς ὑμῶν

βασιλείας κατορθώματα καὶ τὸ ἀσύγκριτον εἰς εὐσέβειαν, ὥσπερ τινὰ κλῆρον εἰς ὑμᾶς ἄνωθεν καταβαίνοντα, τοῖς ἐκ φθόνου βέλεσιν ἀνίκητον τετηρήκατε διὰ τὸ ἐφ' ἅπασι τοῖς ἀρίστοις δεξιόν, καὶ πατρῷον ὑμῖν καὶ ἔτι παππῷον, ὡς ἔν γε τούτοις ὁρᾶται διαφανές. Καί μοι πρόκειται καὶ ἐφ' ὑμῖν αὐτοῖς τὰς τοῦ Σωτῆρος ἡμῶν ἁρμόσαι φωνάς· ἔφη γάρ· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· ἕπεται γάρ πως ἀεὶ τοῖς ἠρμένοις ὑψοῦ τὸ περίοπτον. Τί δ' ἂν γένοιτο τῇ ὑμετέρᾳ γαληνότητι τὸ ἰσοστατοῦν; Οὐδὲν παντελῶς· διελήλακε γὰρ εἰς λῆξιν τὴν ἀνωτάτω τῶν ὑμετέρων σκήπτρων τὸ εὐκλεές, τῇ μὲν τῆς εὐνομίας φαιδρότητι περιαστράπτον τὰ σύμπαντα, ἡμερότητι δὲ καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ κατευφραῖνον τὸν οὐρανόν, τουτέστι τὰς ἄνω τε καὶ λογικὰς ἐν οὐρανῷ δυνάμεις. Ἐστὲ γὰρ οὕτω κατ' ἄμφω τεθαυμασμένοι ὥστε καὶ ἰσάμιλλον τὴν ἐν αὐτοῖς ἔχοντες ἀρετὴν εὐφημίας ἁπάσης νενικήκατε τρόπον. Ἀναθήματα μὲν οὖν παρ' ἑτέρων τὰ εἰς ὑμᾶς, ὦ φιλόχριστε βασιλεῦ Θεοδόσιε, νίκαι, καὶ στέφανοι, καὶ φωναὶ χαριστήριοι, καὶ τὰ δι' ὧν ἂν οὐκ ἀπεοικότως τὰ βασιλέων κράτη καταγεραίροιντο. προλ.2 Ἔδει δὲ καὶ πρὸς ἡμῶν τῶν τὴν θείαν λαχόντων ἱερουργίαν προσκομίζεσθαι βίβλους τὰς ὑπέρ γε τῆς τοῦ Θεοῦ δόξης εὖ μάλα συντεθειμένας· φίλον γὰρ παρ' ὑμῖν ἀεὶ καὶ σύνηθες καὶ πολύευκτον ἀληθῶς τὸ συγκροτεῖν αὐτήν, καὶ τοὺς μὲν κατά τι γοῦν ὅλως ἐμπαροινοῦντας αὐτῇ βδελυρωτάτους ἡγεῖσθαι καὶ ἐν τῇ τῶν πολεμιωτάτων ποιεῖσθαι μοίρᾳ, τιμῆς δὲ ἁπάσης ἀξιοῦν τοὺς ὅσοιπερ ἂν τὰ εἰς δόξαν Θεοῦ φρονεῖν ἕλοιντο καὶ λαλεῖν. Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο φαίην ἂν εἶναι τὸ πλεονέκτημα, καὶ τοῖς ἀοιδίμοις ὑμῶν κορυφαῖς ὅτι μάλιστα πρεπωδέστατον. Ἔφη γάρ που ψάλλων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ὁ θεσπέσιος προφήτης ∆αβίδ· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλεον μίσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Ἔχει δὲ σφόδρα κατὰ τὸ εἰκὸς ὁ λόγος· ὥσπερ γάρ τις τῆς εἰς ὑμᾶς εὐνοίας ἐναργῆ ποιεῖται τὴν ἔνδειξιν τὸ ἀντιτετάχθαι φιλεῖν τοῖς οὐκ οἶδ' ὅπως ἐκ πολλῆς ἄγαν ἐμβροντησίας οὐκ ἀγαπᾶν ἑλομένοις, οὕτω τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον ἐκφήνειεν ἂν τὸ τοῖς τὰ αὐτοῦ διαβεβληκόσιν ἀντιφέρεσθαι νεανικῶς, μονονουχὶ βοῶντάς τε καὶ λέγοντας τὸ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ. Ὁποία δέ τίς ἐστιν ἡ τῶν παρ' ἐμοῦ λόγων εἰς ὑμᾶς ἀνάθεσις ἀναγκαῖον εἰπεῖν. προλ.3 Καί μοι νείματε συγγνώμην ἑλομένῳ λέγειν οὐ κατὰ βασιλέως μόνον, ἀλλ' ὑπέρ γε τῆς δόξης τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως συγκατάρχοντός τε τῶν ὅλων τῷ ἰδίῳ Πατρί, ᾧπερ ἂν πρέποι καὶ μόνῳ τὸ χρῆναι λέγειν· ∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι. Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἔστι τοίνυν ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τῶν ἱερῶν δογμάτων συνασπιστάς, ἡμᾶς δηλονότι, προκεχειρισμένους εἰς τοῦτο παρ' αὐτοῦ, τοῖς ἀδικεῖν ἐθέλουσι τὴν δόξαν αὐτοῦ τοὺς συναγορεύειν ἰσχύοντας ἀνταναστῆσαι λόγους καὶ οἵπερ ἂν γένοιντο πρὸς