Contra Julianum Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς

 καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖ

 1.1 βιβλίον πρῶτον Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέ

 πρώτων οἱ μετ' αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρο

 ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε

 προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μ

 διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου. 1.14 Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτ

 συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τ

 διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες

 ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμ

 καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνο

 προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν, Κύριον δὲ μοναδικῶς ὀνομάζ

 Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου. 1.29 Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγ

 φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμέ

 προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ' ἐπαγγελίαν υἱοί, καὶ

 ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξη

 αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν; Ἀλλ' οἵ γε, ὦ βέλτιστε, φαίην ἄν τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐ

 ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκ

 μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. 1.45 Εἷς μὲν οὖν ὅτ

 περὶ τοῦ ἁγίου Πνεύματος παρ' αὐτῶν εἰρημένα. Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶ

 ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονήσαντες τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρ

 εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσ

 ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν σκευωρίαν ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων.

 Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες το

 εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν; Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήν

 ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον ∆ία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρ

 κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλού

 Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένε

 κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ

 ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ' ἕτερα πάλιν· Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρ

 τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ χρυσηλάκατον κελαδεινήν, τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες

 τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλ

 ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ νόμον ἔχετε. Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικ

 ἐξηγγελμένην καὶ σμικρὸν οἴεται τῇ ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ' αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπ

 ὁ τῶν ὅλων ∆ημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ' ἡμᾶς ἀξιώ

 καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀ

 παντὸς φύσεως· Εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον μ

 θνητὸν προσυφαίνετε; ∆ῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν

 ἀρχικῶν ὑποστάσεων, οὕτω τέ φησι· Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ στοιχεῖα ὡς ὕλη. 2.47 Ὥσ

 ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ' οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρ

 ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφήναντα, δι' ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· Τὰ γὰρ ἀόρατα α

 τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν. Ὀρθῶς, ὦ γενναῖε· μεμνήσομαι γὰρ αὐτοῦ λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπ

ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξηγεῖται λέγων· Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ ... Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνη. Κἀνταῦθα γάρ μοι δοκεῖ Ποσειδῶνα μὲν εἰπεῖν τὴν ὑγρὰν οὐσίαν, Ἀπόλλωνα δὲ τὸν ἥλιον, καὶ Ἥραν τὸν ἀέρα, χρυσηλάκατον δὲ κελαδεινὴν τὴν σελήνην, Ἥφαιστόν τε τὸ πῦρ, τὸν δέ γε ποταμὸν ὡς ἐν τάξει δέχεσθαι τοῦ ψυχροῦ. 1.37 Ἀλλ' εἰ καὶ πολὺ λίαν παρ' αὐτῷ τὸ φιλόμυθον, ἀλλ' οὖν οὐκ ἠγνοηκότα παντελῶς εὑρήσομεν τὴν ἀλήθειαν· ἔφη γάρ που πάλιν· ... οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα ... Οὐ γάρ πού φησιν εἰ καὶ θεῶν τις ὑπόσχοιτό μοι τοῦ μὲν γήρως τὴν ἀπεμπολήν, παλινάγρετον δὲ τὴν νεότητα· τετήρηκε δὲ τὸ χρῆμα μόνῳ τῷ ἐπὶ πάντας Θεῷ, μόναις ἀνατιθεὶς ταῖς αὐτοῦ δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀμογητί, καὶ τὰ ἐλπίδος ἐπέκεινα καὶ λόγου τοῦ καθ' ἡμᾶς. Οὐδ' εἴ μοι φησίν ὑποσταίη θεὸς αὐτός· τὸ γάρ τοι Θεὸς αὐτός οὐκ ἐφ' ἕνα τῶν ἐν μύθοις πεπλασμένων τινά, αὐτὸν δὲ δὴ μόνον κατασημήνειεν ἂν τὸν ἀληθῶς ὄντα Θεόν. Ἀλλ' Ὁμήρῳ μὲν ὡδὶ φρονεῖν τε καὶ λέγειν ἐδόκει, ἴωμεν δὲ καὶ ἐπ' αὐτοὺς ἤδη τοὺς σοβαροὺς καὶ κατωφρυωμένους, δοκησισοφίας τε δόξαν λαχόντας οὐκ ἀγεννῆ παρά γε τοῖς Ἑλλήνων παισί. 1.38 Πορφύριος μὲν οὖν, ὁ πικροὺς ἡμῶν καταχέας λόγους, καὶ τῆς Χριστιανῶν θρησκείας μονονουχὶ κατορχούμενος, τοὺς ὠνομασμένους σοφούς, τὸν ἀριθμὸν ὄντας ἑπτά, τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Φιλοσόφου ἱστορίας· Ἐννέα δὲ ὄντων, ἑπτὰ κληθῆναι σοφοὺς ἐξ αἰτίας τοιαύτης. Ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων, συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι· τοῦ δὲ ἁλιέως ἰχθῦς, ἀλλὰ μὴ τρίποδα πεπρακέναι λέγοντος, καὶ τῶν νεανίσκων εἰς τὴν αὑτῶν τύχην ἀναφερόντων τὴν εὕρησιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι· τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ σοφῷ, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη, ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦτον γὰρ εἶναι πάντων τὸν σοφώτατον. Ὁποῖαι τοίνυν αὐτῶν αἱ δόξαι γεγόνασιν, ἐπὶ καιροῦ λελέξεται πρὸς ἡμῶν· Θάλης μὲν οὖν ὁ Μιλήσιος νοῦν τοῦ κόσμου φησὶν εἶναι τὸν θεόν, ∆ημόκριτος δὲ ὁ Ἀβδηρίτης συμφέρεται κατά τι, προσεπάγει δέ τι καὶ ἕτερον· νοῦν μὲν γὰρ εἶναι τὸν θεὸν ἰσχυρίζεται καὶ αὐτός, πλὴν ἐν πυρὶ σφαιροειδεῖ, καὶ αὐτὸν εἶναι τὴν τοῦ κόσμου ψυχήν. Ἀναξίμανδρος δὲ οἶμον ὥσπερ ὁλοτρόπως ἑτέραν ἰὼν θεὸν διορίζεται εἶναι τοὺς ἀπείρους κόσμους, οὐκ οἶδ' ὅ τι λέγων. 1.39 Ὁ δὲ πλείστην ἔχων καὶ οὐκ ἔξω θαύματος εἰς βασάνους ἐννοιῶν τὴν δείνωσιν, τὸν Ἀριστοτέλη λέγω τὸν Σταγειρίτην, τὸν Πλάτωνος φοιτητήν, εἶδος μὲν χωριστὸν ὀνομάζει τὸν θεόν, ἐπιβῆναι δὲ διατείνεται τῇ τοῦ παντὸς σφαίρᾳ. Καὶ μὴν καὶ οἱ καλούμενοι στωϊκοὶ θεὸν εἶναί φασι πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου. Γεγράφασι δὲ περὶ τούτων Πλούταρχός τε καὶ ἕτεροι τῶν παρ' αὐτοῖς λογάδων, καὶ ὁ θρασὺς καθ' ἡμῶν Πορφύριος. Ἆρ' οὖν οὐ διάφοροι μὲν ἀλλήλοις εἰσί, στοχασταὶ δὲ μᾶλλον ἢ τῆς ἀληθείας διαγνώμονες οἱ πολυτρόποις οὕτω δόξαις καταμεθύοντες; Καίτοι τοὺς ἀληθῶς τε καὶ ἀπλανῶς ἐγνωκότας κατ' οὐδένα τρόπον ταῖς ἀλλήλων ἐννοίαις ἐχρῆν ἀντιφέρεσθαι, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Ἀλλ' ἐρεῖ πρὸς τοῦτο, οἶμαί, τις· Τί οὖν, ὦ τᾶν; Οὐ γὰρ αἱρέσεις εἰσὶ πολλαὶ καὶ παρ' ὑμῖν