Contra Julianum Τοῦ μακαρίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνημα πρὸς

 καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖ

 1.1 βιβλίον πρῶτον Οἱ μὲν σοφοὶ καὶ ἀγχίνοι καὶ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες τὸ κάλλος τῆς ἀληθείας θαυμάζουσι καὶ ἐν παντὶ λόγῳ πεποίηνται τὸ συνιέ

 πρώτων οἱ μετ' αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρο

 ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε

 προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μ

 διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου. 1.14 Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτ

 συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τ

 διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες

 ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμ

 καιρὸς εἰς ἐπίδοσιν αὐτῷ τῶν ὀρθῶς ἐγνωσμένων ἠκόνησε τὴν διάνοιαν, τότε δή, τότε τοὺς περὶ τῆς θεότητος λόγους ἰσχνότερον ἐπαιδεύετο· οὐ γάρ τοι μόνο

 προσθέοντα δὲ τὸν θεσπέσιον Ἀβραὰμ οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν, Κύριον δὲ μοναδικῶς ὀνομάζ

 Σοδομίταις ἀφόρητα πεπλημμεληκόσιν ἐπηφίει τὸ πῦρ, ἔβρεξε, φησίν, ἐπὶ Σόδομα πῦρ καὶ θεῖον Κύριος παρὰ Κυρίου. 1.29 Ἀλλὰ γὰρ κἀκεῖνο εἰς μέσον παρενεγ

 φύσεως καὶ ὑπεροχῆς καὶ ἀξίας καταλογισθεῖεν ἂν δημιουργός τε καὶ κτίσις, γενετὴ καὶ ἀγένητος φύσις, ἄφθαρτος καὶ ὑπὸ φθοράν, εἴπερ ἔστιν οὐ διεψευσμέ

 προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ' ἐπαγγελίαν υἱοί, καὶ

 ποικιλομήτην, Λητὼ δὲ ὁμοίως τὴν λήθην ὑπονοεῖν, Ἑρμῆν δὲ μνήμην τε καὶ λόγον. Εἶτα φυσιολογίας ἅπτεται καὶ τὴν τῶν στοιχείων διαφορὰν πρὸς ἄλληλα ἐξη

 αὐτοῖς, καὶ κατασχίζονταί τινες εἰς τὸ ἕτερά τε καὶ ἕτερα φρονεῖν καὶ λέγειν; Ἀλλ' οἵ γε, ὦ βέλτιστε, φαίην ἄν τῶν ἱερῶν ἡμῖν δογμάτων πρῶτοί τε καὶ ἐ

 ἐστι, κρᾶσις ὢν τῶν ὅλων αἰώνων, καὶ φῶς τῶν αὑτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστήρ, καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκ

 μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. 1.45 Εἷς μὲν οὖν ὅτ

 περὶ τοῦ ἁγίου Πνεύματος παρ' αὐτῶν εἰρημένα. Πορφύριος γάρ φησι, Πλάτωνος ἐκτιθέμενος δόξαν, ἄχρι τριῶν ὑποστάσεων τὴν τοῦ θείου προελθεῖν οὐσίαν, εἶ

 ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονήσαντες τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρ

 εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσ

 ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν σκευωρίαν ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων.

 Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες το

 εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν; Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήν

 ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον ∆ία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρ

 κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλού

 Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένε

 κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ

 ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ' ἕτερα πάλιν· Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρ

 τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ χρυσηλάκατον κελαδεινήν, τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες

 τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλ

 ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ νόμον ἔχετε. Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικ

 ἐξηγγελμένην καὶ σμικρὸν οἴεται τῇ ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ' αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπ

 ὁ τῶν ὅλων ∆ημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ' ἡμᾶς ἀξιώ

 καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀ

 παντὸς φύσεως· Εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον μ

 θνητὸν προσυφαίνετε; ∆ῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν

 ἀρχικῶν ὑποστάσεων, οὕτω τέ φησι· Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ στοιχεῖα ὡς ὕλη. 2.47 Ὥσ

 ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ' οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρ

 ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφήναντα, δι' ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· Τὰ γὰρ ἀόρατα α

 τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν. Ὀρθῶς, ὦ γενναῖε· μεμνήσομαι γὰρ αὐτοῦ λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπ

ὅτι πεπλάνηνται μὲν ἰδιογνωμονήσαντες τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ὀλίγοι, καὶ ἀλλήλαις ἀντανισταμένας δόξας ἐσχήκασιν, εἰσὶ δὲ οἱ τῶν μωσαϊκῶν οὐκ ἀμοιρήσαντες λόγων, διὰ τὸ μέχρις Αἰγύπτου φιλομαθείας χάριν παρελθεῖν· οὗτοι ἄμεινόν πως ἢ οἱ λοιποὶ πεφρονήκασιν, ἐγγὺς μὲν γεγονότες τὴς ἀληθείας, οὐ μὴν ἀθόλωτον παντελῶς ἐσχηκότες τῆς διανοίας τὸν ὀφθαλμόν· οὓς ἄν, οἶμαι, τὶς καὶ παραβλῶπας εἰπὼν οὐκ ἂν τοῦ εἰκότος ἁμάρτοι λογισμοῦ. Ὅτι τοίνυν καὶ πρεσβύτερα τὰ Χριστιανῶν καὶ ἀληθείας ἔμπλεα, καὶ τοῖς τῶν λογάδων ἐξειλεγμένοις εὖ ἔχειν ὑπειλημμένα, καὶ ἀσυγκρίτως ἐν ἀμείνοσι τῆς Ἑλλήνων τερθρείας, ἀποχρῶν, οἶμαι, διέδειξε λόγος. [Τέλος τοῦ πρώτου τόμου τῶν τοῦ θεοσόφου Κυρίλλου ἀντιρρητικῶν]

2.1 Τόμος δεύτερος τοῦ αὐτοῦ Οὐδὲν ἀπεικὸς ἐννενοηκότες, μᾶλλον δὲ χρειῶδές τε καὶ ἀναγκαῖον εἶναι νομίσαντες τὸ χρῆναι πρότερον εἰπεῖν τίνες τε πρὸ τίνων γεγόνασι κατὰ χρόνον καὶ μὴν καὶ ὁποίας ἕκαστοι τὰς δόξας περὶ Θεοῦ ἐσχήκασιν, ἀκριβεστάτην αὐτῶν πεποιήμεθα τὴν ἀφήγησιν. Καὶ ἴσως μὲν ἄν τις αἰτιάσαιτο λέγων· Τί δήποτε τοῖς Χριστιανῶν δόγμασι συνειπεῖν ᾑρημένος, καὶ ταῖς Ἰουλιανοῦ δυσφημίαις ἀνθυπενεγκεῖν τὸν ἐπικρατοῦντα λόγον προθυμούμενος, οὐχὶ ταυτηνὶ βαδίζειν διενοήθης τὴν ὁδόν, παροχετεύων δὲ ὥσπερ τοῦ λόγου τὴν εὐθὺ τοῦ πρέποντος ἰοῦσαν ὁρμήν, γενεαλογίαις σαυτὸν ἐπαφῆκας, καὶ τὰς Ἑβραίων τε καὶ Ἑλλήνων δόξας πολυπραγμονεῖν παρεσκεύασας; Ἀποσκευασώμεθα δὴ οὖν τὰς ἐπὶ τούτοις αἰτίας, εὐαφόρμως εἰς τοῦτο παρενεγκεῖν τὸν λόγον ἰσχυριζόμενοι. Ἐπειδὴ γὰρ ὁ τὸν βαβυλώνιον ζηλώσας Ῥαψάκην ἀχαλίνῳ γλώττῃ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν οὐ δέδιε, καὶ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀνοσίως κατακεκραγὼς τῶν παρ' Ἕλλησι σοφῶν διαμνημονεύει συχνῶς, καὶ ἁπάσῃ μὲν εὐφημίᾳ στεφανοῖ τὰς ἐκείνων κακοδοξίας, καταθρασύνεται δὲ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, καὶ τῶν μὲν Μωσέως ἱστοριῶν καταμειδιᾷ, καταγορεύει δὲ καὶ ἁπάντων ἁπαξαπλῶς τῶν ἁγίων, ταύτητοι (καὶ μάλα εἰκότως), ὕλην ὥσπερ τινὰ ταῖς ἀντιλογίαις, προεσωρεύσαμεν τὴν σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τοῦ καὶ πρεσβυτέραν τῶν παρ' Ἕλλησι σοφῶν τὴν τοῦ παναρίστου Μωσέως γενέσθαι συγγραφήν, καὶ μὴν ὅτι τῆς Χριστιανῶν πίστεως τὴν παράδοσιν κατίδοι τις ἂν ἀσυγκρίτοις ὑπεροχαῖς ἐν ἀμείνοσι τῶν παρ' ἐκείνοις δεδοξασμένων. Ἦν δὲ δὴ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ τοὺς ἐφεξῆς ἀπαλλάξαι λόγους μακροτέρας ἐκβολῆς, καὶ τοῦ γε δοκεῖν ἔσθ' ὅτε παρακομίζεσθαί ποι μακρὰν τῆς τῶν προκειμένων ἐννοίας. Καὶ τούτων μὲν ἅλις. 2.2 Ἐπ' αὐτὴν δὲ λοιπὸν ἰτέον τὴν ἐκείνου συγγραφήν, ἐκτιθέμενοι δὲ τοὺς στίχους ἐπὶ λέξεως αὐτῆς ἀντεποίσομεν τὰ παρ' ἑαυτῶν ἐν κόσμῳ τῷ δέοντι ταῖς ἐκείνου παραρρήσεσιν, ἀνταναφέρεσθαι δεῖν οὐκ ἀγεννῶς ἐγνωκότες. Ἐπειδὴ δέ, ὡς ἔφην, ἀπύλωτον ἀνοιγνὺς τὸ στόμα πλείστην ὅσην πεποίηται τὴν συκοφαντίαν κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ καὶ παλιμφήμους ῥίπτει κατ' αὐτοῦ φωνάς, τῶν μὲν τοιούτων οὐ διαμεμνήσομαι, παρελάσας δὲ καὶ μάλα ἐμφρόνως τὰ δι' ὧν ἄν τις καταμιαίνοιτο κἂν εἰ μόνον ταῖς αὐτοῦ προσβάλλοι φωναῖς, τοῖς ἀναγκαίοις ἀνταναστήσομαι, φιλοσκώμμονά τε καὶ εἰκαιόμυθον πανταχῇ δεικνύων αὐτόν, καὶ τοῦ δύνασθαί τι τῶν ἀληθῶν εἰπεῖν ὁλοτρόπως ἡμαρτηκότα. Ἰστέον μέντοι κἀκεῖνο· ἐν γὰρ τῷ πρώτῳ λόγῳ διὰ πλείστων μὲν ὅσων ἐννοιῶν ἔρχεται, ἄνω τε καὶ κάτω τὰ αὐτὰ περιστρέφων καὶ ἀνακυκλῶν οὐ παύεται. Καὶ ὅπερ ἂν ἐν ἀρχαῖς