1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

In epistulas catholicas brevis enarratio

1 ∆ιδύμου. Ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, οὕτω καὶ οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν. (Cr 2, 8-12)

2 Εἰς τελειότητα οὖν τὴν κατ' ἀνδρείαν καὶ καρτερίαν προτρέπων ἀκολούθως ἀδελφοὺς ὀνομάζει, ἀλλ' οὐ τέκνα οὐδὲ υἱούς. (Cr 2, 28-29 Ma 183) Τοῦ Χρυσοστόμου. Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον καὶ ὑπομονὴ τελεία· τελειοῦται δὲ ταῦτα καθ' ἑαυτά, καὶ μὴ δι' ἄλλο πραττόμενα· δι' ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα δι' ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα· γενή 3 σεται γὰρ ὁ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος· οὕτω δὲ ἀναφανέντι ἐκ τῶν σκυθρωπῶν δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν. (Cr 4, 19-27 Ma 184) οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται, ἀνθ' ἧς κατεφρόνησε προσκαίρου ζωῆς· ζητήσεις, εἰ ὕλη οὗ ἡτοίμασεν ὁ θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτὸν ἔστιν, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς 4 ἀγαπῶσιν αὐτόν, ἃ διὰ μέγεθος θειότητος ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν. (Cr 4, 27-32 Ma 184)

6 Ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως τῆς λεγούσης· "αἰτεῖτε καὶ δοθήσεται ὑμῖν", ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι· "πᾶς ὁ αἰτῶν λαμβάνει", ζητήσειεν ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον· ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος οὐδὲν παραλείψας τῶν συντελούντων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκόπου τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον οὐδὲ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· "πᾶς ὁ αἰτῶν λαμβάνει". Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ προσ 7 ιών μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν τὴν ἐπιστήμην, τὸ "προσιέναι τῷ διδασκάλῳ" γραμματικῶς ἐκλαμβάνομεν, τουτέστι μετὰ τοῦ συντόμως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾶν αὐτά· ὁ δὲ μὴ οὕτω, λεκτέον αὐτῷ· οὐ προσῆλθες αὐτῷ, ὡς προετρέψω. (Cr 25, 21-26, 1) Φανερώτερον ποιῶν ὁ γράφων τὴν ἐπιστολήν, τίνες δοκοῦντες αἰτεῖν οὐ λαμβάνουσι, τοὺς ἀντιρρήτους καὶ κακῶς αἰτουμένους ἡδονῶν ματαίων ἕνεκα προείληφεν. Ἀλλ' ἐρεῖ τις· καὶ μὴν ὑπὲρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ λαμβάνουσι· λεκτέον δὲ καὶ αὐτοῖς, ὅτι οὐ κατ' αὐτὰ τὰ ἀγαθὰ λαβεῖν ἠξίωσαν, ἀλλ' ἕνεκα τοῦ ἐπαινεῖσθαι δι' αὐτά· ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν. (Cr 26, 1-9)

8 Ὠριγένους. Ἐπεὶ ἡ κακία προξενεῖ τὴν πρὸς τὸν κόσμον φιλίαν, ἀρετὴ δὲ τὴν πρὸς τὸν θεόν, ἀρετῇ καὶ κακίᾳ οὐ δύναται συνυπάρχειν. (Cr 26, 16-18) Παροιμίαι. Ὁ διὰ τοῦ ἁμαρτάνειν φιλῶν τὸν κόσμον ἐχθρὸς ἀποδείκνυται τοῦ θεοῦ· ὡσαύτως καὶ ὁ τὴν πρὸς θεὸν φιλίαν δι' εὐσεβείας βεβαιῶν εὐθέως ἐχθρὸς εὑρίσκεται τοῦ κόσμου· ὅθεν ἀδύνατόν ἐστιν ὥσπερ δουλεύειν θεῷ καὶ μαμμωνᾷ, οὕτω φιλιάζειν θεῷ καὶ κόσμῳ. Ἀμέλει γοῦν ἐλθὼν ὁ κύριος φίλους θεοῦ τοὺς πειθομένους αὐτῷ ποιῆσαι μάχαιραν καὶ διαμερισμὸν ἔβαλεν ἐπὶ τῆς γῆς· ὁ γὰρ λόγος τῆς διδασκαλίας αὐτοῦ διαιρεῖ καὶ μερίζει τῶν γηϊνῶν καὶ ὑλικῶν διὰ τούτου παρασκευάζων ἔχθραν ἔχειν πρὸς τὸν κόσμον καὶ ἕνωσιν πρὸς τὸν θεόν, ἥτις ἐστὶν ἡ