1
In Machabaeorum laudem
ΛΟΓΟΣ ΙΕʹ.
Εἰς τοὺς Μακκαβαίους.
Αʹ. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παροῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χρι στὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπ αῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διά 35.913 νοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμη μένων.
Βʹ. Οὔκουν, ὅτι πρὸ τοῦ σταυροῦ, τοιοῦτοι περι οπτέοι· ἀλλ' ὅτι κατὰ τὸν σταυρὸν, ἐπαινετέοι, καὶ τῆς ἐκ τῶν λόγων τιμῆς ἄξιοι· οὐχ ἵνα προσθή κην ἢ δόξαν λάβοιεν· (τίνα γὰρ ὧν ἡ πρᾶξις ἔχει τὸ ἔνδοξον;) ἀλλ' ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες, καὶ ζηλώσωσι τὴν ἀρετὴν οἱ ἀκούοντες, ὥσπερ κέντρῳ τῇ μνήμῃ πρὸς τὰ ἴσα διανιστάμενοι. Οὗτοι τίνες μὲν ὄντες, καὶ ὅθεν, καὶ ἐξ οἵας ὁρμώμενοι τὸ ἀπαρ χῆς ἀγωγῆς καὶ παιδεύσεως, εἰς τοσοῦτον ἀρετῆς τε καὶ δόξης προεληλύθασιν, ὥστε καὶ ταῖς ἐτη σίοις ταύταις τιμᾶσθαι πομπαῖς τε καὶ πανηγύρεσι, καὶ μείζονα τῶν ὁρωμένων τὴν περὶ αὐτῶν δόξαν ἐν αποκεῖσθαι ταῖς ἁπάντων ψυχαῖς, ἡ περὶ αὐτῶν βί βλος δηλώσει τοῖς φιλομαθέσι καὶ φιλοπόνοις, ἡ περὶ τοῦ αὐτοκράτορα εἶναι τῶν παθῶν τὸν λογισμὸν φιλοσοφοῦσα, καὶ κύριον τῆς ἐπ' ἄμφω ῥοπῆς, ἀρετήν τέ φημι καὶ κακίαν. Ἄλλοις τε γὰρ οὐκ ὀλίγοις ἐχρήσατο μαρτυρίοις, καὶ δὴ καὶ τοῖς τούτων ἀθλήμασιν· ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει.
Γʹ. Ἐλεάζαρ ἐνταῦθα, τῶν πρὸ Χριστοῦ παθόντων ἡ ἀπαρχὴ, ὥσπερ τῶν μετὰ Χριστὸν Στέφανος, ἀνὴρ ἱερεὺς καὶ πρεσβύτης, πολιὸς τὴν τρίχα, πολιὸς τὴν φρόνησιν· πρότερον μὲν καὶ προθυό μενος τοῦ λαοῦ, καὶ προσευχόμενος, νῦν δὲ καὶ τε λεώτατον θῦμα προσάγων ἑαυτὸν τῷ Θεῷ, παν τὸς τοῦ λαοῦ καθάρσιον, προοίμιον ἀθλήσεως δεξιὸν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις· προσάγων δὲ καὶ τοὺς ἑπτὰ παῖδας, τὰ τῆς ἑαυ τοῦ παιδείας ἀποτελέσματα, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, πάσης νομικῆς ἱερουργίας λαμπροτέραν τε καὶ καθαρωτέραν. Τὰ γὰρ τῶν παί δων, τῷ πατρὶ λογίζεσθαι, τῶν ἐννομωτάτων τε καὶ δικαιωτάτων. Παῖδες ἐκεῖ γενναῖοι καὶ με 35.916 γαλόψυχοι, μητρὸς εὐγενοῦς εὐγενῆ βλαστήματα, φι λότιμοι τῆς ἀληθείας ἀγωνισταὶ, τῶν Ἀντιόχου καιρῶν ὑψηλότεροι, τοῦ Μωϋσέως νόμου μαθη ταὶ γνήσιοι, τῶν πατρίων ἐθῶν ἀκριβεῖς φύλακες ἀριθμὸς τῶν παρ' Ἑβραίοις ἐπαινουμένων, τῷ τῆς ἑβδοματικῆς ἀναπαύσεως μυστηρίῳ τιμώ μενος, ἓν πνέοντες, πρὸς ἓν βλέποντες, μίαν ζωῆς ὁδὸν εἰδότες, τὸν ὑπὲρ τοῦ Θεοῦ θάνατον, οὐχ ἧττον ἀδελφοὶ τὰς ψυχὰς ἢ τὰ σώματα, ζηλοτυ ποῦντες ἀλλήλους τῆς τελευτῆς, (ὢ τοῦ θαύμα τος!) προαρπάζοντες ὥσπερ θησαυροὺς τὰς βασά νους, τοῦ παιδαγωγοῦ νόμου προκινδυνεύοντες, οὐ τὰς προσαγομένας τῶν βασάνων μᾶλλον φοβούμενοι, ἢ τὰς λειπομένας ἐπιζητοῦντες· ἓν τοῦτο φοβούμενοι μόνον, μὴ ἀπείπῃ