1

 2

 3

 4

 5

 6

 7

1

Encomium in sanctum Stephanum protomartyrem

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ ΣΤΕΦΑΝΟΝ

Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία, ὡς γλυκεῖα ἡ τῆς εὐφροσύνης διαδοχή.

ἰδοὺ γὰρ ἑορτὴν ἐξ ἑορτὴν ἐξ ἑορτῆς καὶ χάριν ἀντιλαμβάνομεν χάριτος. χθὲς ἡμᾶς ὁ τοῦ παντὸς δεσπότης εἱστίασε, σήμερον ὁ μιμητὴς τοῦ δεσπότου. πῶς οὗτος ἢ πῶς ἐκεῖνος; ἐκεῖνος τὸν ἄνθρωπον ὑπὲρ ἡμῶν ἐνδυόμενος, οὗτος τὸν ἄνθρωπον ὑπὲρ ἐκείνου ἀποδυόμενος. ἐκεῖνος τὸ τοῦ βίου σπήλαιον δι' ἡμᾶς ὑπερχόμενος, οὗτος τοῦ σπηλαίου δι' ἐκεῖνον ὑπεξερχόμενος. ἐκεῖνος ὑπὲρ ἡμῶν σπαργανούμενος, οὗτος ὑπὲρ ἐκείνου καταλιθούμενος. ἐκεῖνος ἀναιρῶν τὸν θάνατον, οὗτος ἐπεμβαίνων τῷ θανάτῳ κειμένῳ. Ἀλλὰ συνδράμωμεν, ἀδελφοί, τῷ λόγῳ καὶ ἡμεῖς πρὸς τὸ θέατρον, ὡς ὁ ἀθλητὴς ὁ μέγας ἐναγωνίζεται πρὸς τὸν πονηρὸν ἀντίπαλον τῆς ἀνθρωπίνης ζωῆς ἐν τῷ σταδίῳ τῆς ὁμολογίας ἀποδυόμενος. ἀληθῶς γὰρ κατὰ τὴν Παύλου φωνὴν θέατρον ἐγενήθη τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁ Στέφανος, 6 πρῶτος τὸν στέφανον τῆς μαρτυρίας ἀναδησάμενος, πρῶτος τῷ χορῷ τῶν μαρτύρων ὁδοποιήσας τὴν εἴσοδον, πρῶτος ἀντικαταστὰς πρὸς τὴν ἁμαρτίαν μέχρι τοῦ αἵματος. καί μοι δοκεῖ πᾶσα τῶν ὑπερκοσμίων ἡ στρατιὰ καὶ πᾶσαι τῶν ἀγγέλων αἱ μυριάδες τῶν τε λειτουργούντων καὶ τῶν παρεστη κότων καί, εἴ τι κατὰ τὴν ἄνω λῆξιν τῶν τιμίων ἀκούομεν ἐν ἀρχαῖς τε καὶ δυνάμεσι καὶ θρόνοις καὶ ἐξουσίαις καὶ κυριό τησι, καὶ πᾶσα ἡ οὐρανία πανήγυρις θέαμα ποιεῖσθαι τότε τὸν ἀθλητὴν τῷ ἀνταγωνιστῇ συμπλεκόμενον.

Ὑφήπλωτο μὲν γὰρ οἷόν τι στάδιον τοῖς ἀγωνιζομένοις ὁ ἀνθρώπινος βίος, ἀντεφώρμων δὲ ἀλλήλοις ἀμφότεροι· ὅ τε πονηρὸς ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς, ἀπὸ τοῦ πτώματος τῶν πρωτοπλάστων μέχρι τῶν κατὰ Στέφανον χρόνων τῇ κατὰ τῶν ἀνθρώπων ἐγγυμνασάμενος νίκῃ, καὶ ὁ μέγας τῆς πίστεως ἀγωνιστής, ἀντ' οὐδενὸς κρίνων τοῦ ἀντιπάλου τὴν ἔφοδον. ὅπλα δὲ κατ' ἀλλήλων ἀμφοτέροις ἦν, τῷ μὲν εὑρετῇ τοῦ θανάτου ἡ πρὸς τὸν θάνατον ἀπειλή, τῷ δὲ μαθητῇ τῆς ζωῆς ἡ ὁμολογία τῆς πίστεως. τίς γὰρ οὐκ ἂν ἠγάσθη τὸ καινὸν τοῦτο τῆς ἀγωνίας εἶδος, ὅτε ζωῇ καὶ θανάτῳ ἡ ἀλήθεια διεκρίνετο καὶ ἀπόδειξις ἐγίνετο τῆς ἀληθείας ὁ θάνατος; ὁ γὰρ κῆρυξ τῆς κεκρυμμένης τέως καὶ ἀγνοουμένης ζωῆς ἔργῳ διήγγελλε τοῖς ἀνθρώποις τὸ κήρυγμα· τὸ γὰρ ἑτοίμως 8 τοῦτον καταλιπεῖν τὸν βίον ἀπόδειξις τοῖς ὀρθῶς κρίνουσιν ἦν τοῦ τὴν προτιμοτέραν ζωὴν ἀντὶ τῆς καταλειπομένης ἀλλά ξασθαι. Ἀλλὰ καλὸν ἂν εἴη καθάπερ ἐπὶ πίνακος ἀκριβῶς τῷ λόγῳ διαζωγραφῆσαι τὴν ἄθλησιν, ὡς ἂν καθ' ὁδὸν ἡμῖν διὰ τῆς τῶν γεγονότων ἀκολουθίας ἡ τῶν θαυμάτων τάξις ἐπι δεικνύοιτο. ἄρτι μὲν ἡ ἄνωθεν βιαία πνοὴ πᾶσαν τὴν ἐναέριον καὶ ἀπατηλὴν τῶν δαιμόνων διασκεδάσασα δύναμιν ἐπλήρωσε τῶν ἀποστόλων τὸν οἶκον, καὶ πυροειδῶς εἰς γλώσσας κατὰ τὸν ἀριθμὸν τῶν δεξαμένων τὴν χάριν τὸ πνεῦμα διαμερισθὲν ἐν ἑκάστῳ ἐγίνετο. ἤδη δὲ πρὸς τὸ παράδοξον τοῦ κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν θαύματος τοὺς ἐκ παντὸς ἔθνους Ἱεροσολύμοις ἐπιδημοῦντας ἔκπληξίς τε κατειλήφει καὶ σύγ χυσις, τῶν εἰς ποικίλας τε καὶ διαφόρους γλωσσῶν ἰδέας διεσχισμένων πάντων ἀθρόως ὁμογλώσσων τοῖς μαθηταῖς γεγενημένων, ὅτε οὐκ ἐκ προπαιδεύσεως καὶ μελέτης τινός, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ πνεύματος ἀθρόως τοῖς ἀποστόλοις ταύτης ἐνσχεδιασθείσης τῆς χάριτος ἡ τοῦ φθέγγεσθαι δύναμις προσεγένετο. ἔδει γὰρ τοὺς ἐπὶ τῇ γηίνῃ πυργοποιίᾳ τὴν ὁμοφωνίαν λύσαντας ἐπὶ τῇ πνευματικῇ τῆς ἐκκλησίας οἰκοδομῇ πάλιν εἰς ὁμοφωνίαν ἐλθεῖν. καὶ διὰ τοῦτο καλῶς 10 ἐντεῦθεν ἡ τοῦ ἁγίου