1

 2

 3

1

In sextum Psalmum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟΝ ΕΚΤΟΝ ΨΑΛΜΟΝ ΠΕΡΙ ΤΗΣ ΟΓ∆ΟΗΣ

Οἱ ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι κατὰ τὴν προφητικὴν εὐλογίαν καὶ

τὰς καλὰς ἀναβάσεις ἐν ταῖς ἑαυτῶν καρδίαις διατιθέμενοι, ὅταν τινὸς ἀγαθοῦ νοήματος δράξωνται, χειραγωγοῦνται δι' ἐκείνου πρὸς ὑψηλότερον νόημα δι' οὗ γίνεται τῇ ψυχῇ ἡ ἐπὶ τὸ ὕψος ἀνάβασις. καὶ οὕτως ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος οὐδέποτε τῆς ἀγαθῆς ἀνόδου παύσεται ἀεὶ διὰ τῶν ὑψηλῶν νοημάτων πρὸς τὴν τῶν ὑπερκειμένων κατανόησιν ὁδηγούμενος. ταῦτα εἶπον, ἀδελφοί, πρὸς ὑμᾶς, τῷ ἕκτῳ τῶν ψαλμῶν προσέχων τὴν διάνοιαν καὶ βλέπων τὴν ἀναγκαίαν τῆς τάξεως ἀκολου θίαν, πῶς μετὰ τὴν κληρονομοῦσαν ὁ περὶ τῆς ὀγδόης ἡμῖν προσετέθη λόγος. πάντως δὲ οὐκ ἀγνοεῖτε τὸ τῆς ὀγδόης μυστήριον. οὐ γὰρ δὴ πρὸς Ἰουδαικὰς ὑπολήψεις εἰκός ἐστιν ὑποφέρεσθαί τινων τὴν διάνοιαν· οἱ περὶ τὰ ἀσχήμονα τοῦ σώματος ἡμῶν τὸ μεγαλοφυὲς τοῦ μυστηρίου τῆς ὀγδόης κατάγοντες τὸν τῆς περιτομῆς νόμον καὶ τὸ μετὰ τὴν λοχείαν καθάρσιον καὶ τὰ τοιαῦτα λέγουσι τῷ ἀριθμῷ 5.188 τῆς ὀγδόης καταμηνύεσθαι. ἡμεῖς δὲ διδαχθέντες παρὰ τοῦ μεγάλου Παύλου ὅτι ὁ νόμος πνευματικός ἐστι, κἂν ἐν τοῖς μνη μονευθεῖσι νόμοις ὁ ἄριθμος οὗτος ἐμφέρηται νομοθετῶν καὶ τῷ ἄρρενι τὴν περιτομὴν καὶ τῇ γυναικὶ τὴν ἐπὶ καθα ρισμοῦ θυσίαν, οὔτε ἀποβάλλομεν τὸν νόμον οὔτε ταπεινῶς ἐκδεχόμεθα εἰδότες ὅτι ἀληθῶς τῇ ὀγδόῃ γίνεται ἡ ἀληθινὴ περιτομὴ διὰ τῆς πετρίνης μαχαίρας ἐνεργουμένη. νοεῖς δὲ πάντως διὰ τῆς τεμνούσης τὸ ἀκάθαρτον πέτρας αὐτὴν τὴν πέτραν ἥτις ἐστὶν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας ὁ λόγος, καὶ ὅτι τότε παύεται ἡ ῥυπῶσα τῶν τοῦ βίου πραγμάτων ῥύσις, τῆς ἀνθρωπίνης ζωῆς μεταστοιχειωθείσης πρὸς τὸ θειότερον. ὡς δ' ἂν πᾶσι γένοιτο δῆλον τὸ ἐν τοῖς τοιούτοις νοούμενον, σαφέστερον, ὅπως ἂν οἷός τε ὦ, τὸν λόγον ἐκθήσομαι. ὁ τοῦ βίου τούτου χρόνος ἐν τῇ πρώτῃ δημιουργίᾳ τῆς κτίσεως διὰ μιᾶς ἑβδομάδος ἡμερῶν συνεπληρώθη. ἤρξατό τε γὰρ ἀπὸ τῆς πρώτης ἡ τῶν ὄντων δημιουργία καὶ τῇ ἑβδόμῃ συγκατέληξε τὸ πέρας τῆς κτίσεως.

Ἐγένετο γὰρ ἡμέρα μία, φησίν, ἐν ᾗ τὰ πρῶτα ἐγένετο· καὶ οὕτως ἐν τῇ δευτέρᾳ τὰ δεύτερα, καὶ ἀκολούθως ἕως τῶν ἓξ ἅπαντα. ἡ δὲ ἑβδόμη πέρας γενομένη τῆς κτίσεως ἐν ἑαυτῇ περιέγραψε τὸν συμπαρεκτεινόμενον τῇ κατασκευῇ τοῦ κόσμου χρόνον. ὡς τοίνυν οὔτε οὐρανὸς ἐξ ἐκείνου γέγονεν ἄλλος οὔτε τι ἕτερον τῶν τοῦ κόσμου μερῶν προσετέθη τοῖς ἐξ ἀρχῆς γεγονόσιν, ἀλλ' ἔστη ἐφ' ἑαυτῆς ἡ κτίσις ἀπροσδεὴς καὶ ἀμείωτος ἐν τοῖς μέτροις ἑαυτῆς διαμείνασα· οὕτως οὔτε χρόνος ἄλλος παρὰ τὸν τῇ παρασκευῇ τοῦ κόσμου συναναδειχθέντα ἐγένετο, ἀλλὰ περιωρίσθη τῇ ἑβδομάδι τῶν ἡμερῶν ἡ τοῦ χρόνου φύσις. καὶ 5.189 τούτου χάριν ὅταν ἐκμετρῶμεν ταῖς ἡμέραις τὸν χρόνον, ἀπὸ τῆς μιᾶς ἀρχόμενοι καὶ τῇ ἑβδόμῃ τὸν ἀριθμὸν κατακλεί οντες πάλιν ἐπὶ τὴν μίαν ἀναποδίζομεν, ἀεὶ διὰ τοῦ κύκλου τῶν ἑβδομάδων ἀναμετροῦντες ὅλον τὸ τοῦ χρόνου διάστημα, ἕως ἂν παρελθόντων τῶν κινουμένων καὶ παυσαμένης ποτὲ τῆς ῥοώδους τοῦ κόσμου κινήσεως, καθώς φησιν ὁ ἀπόστολος, ἔλθῃ τὰ μηκέτι σαλευόμενα, ὧν μεταβολὴ καὶ ἀλλοίωσις οὐκέτι ἅπτεται, ἐν τοῖς αὐτοῖς ὡσαύτως ἀεὶ πρὸς τοὺς ἐφεξῆς αἰῶνας διαμενούσης ἐκείνης τῆς κτίσεως, ἐν ᾗ γίνεται ἡ ἀληθινὴ περιτομὴ τῆς ἀνθρωπίνης φύσεως ἐν τῇ τῆς σωματικῆς ζωῆς περιαιρέσει καὶ τὸ ἀληθινὸν καθάρσιον τοῦ ἀληθινοῦ ῥύπου. ῥύπος δὲ ἀνθρώπου ἡ ἁμαρτία ἡ συναποτικτομένη τῇ ἀνθρωπίνῃ φύσει (ὅτι Ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου), ἣν ὁ τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος