1

 2

 3

3

ἰσχὺν ἡ ἐξομολόγησις ἔχει, ἐν δὲ τῷ ᾅδῃ τοῦτο οὐκ ἔστιν. εἶτα ὡς εἰπόντος τινὸς Πῶς καλεῖς ἐπὶ θεραπείαν τῶν πλημμελημάτων τὸν ἔλεον; ποίῳ τρόπῳ τὸ θεῖον ἱλεωσάμενος; οὕτω φησὶν ὅτι Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, καὶ ἐκπλυνῶ τὴν ἐξ ἁμαρτίας στρωμνὴν τῷ τῶν δακρύων ὕδατι. διὰ τί ταῦτα; ὅτι ἐν θυμῷ, φησίν, ὁ 5.192 ὀφθαλμός μου ἐταράχθη, καὶ διὰ τοῦτο παλαιός τις καὶ εὐρωτιῶν ἐγενόμην, τοῦ θυμοῦ τοῦ παρὰ τῶν ἐχθρῶν μοι ἐγγενομένου τῇ ψυχῇ τὴν σηπεδόνα ποιήσαντος. εἰ δὲ θυμὸς μόνος τοσοῦτον ἐμποιεῖ φόβον τῷ δι' αὐτοῦ πλημμελήσαντι, πόσῳ μᾶλλον εἰκός ἐστιν ἐν ἀπογνώσει γενέσθαι τῆς σῳζούσης ἐλπίδος τοὺς μὴ μόνον τὰ ἐκ τοῦ θυμοῦ πάθη τῷ ἰδίῳ βίῳ συνεγνωκότας, ἀλλὰ καὶ ὅσα ἐπιθυμία ἐργάζεται καὶ πλεονεξία καὶ τῦφος καὶ φιλοτιμία καὶ φθόνος καὶ ὁ λοιπὸς ἑσμὸς τῶν ἀνθρωπίνων κακῶν; διὰ τοῦτο πρὸς τοὺς παντοδαποὺς ἐχθροὺς ἀποστρέψας τὸν λόγον, Ἀπόστητε, φησίν, ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. δείκνυσι δὲ τῷ ἐφεξῆς λόγῳ τὴν ἀγαθὴν ἐλπίδα τοῦ ἐκ μετανοίας προσγινομένου ἡμῖν κατορθώματος. εὐθὺς γὰρ ὁμοῦ τε τοὺς ὑπὲρ τῆς μετανοίας τῷ θεῷ προσήγαγε λόγους, καὶ εἰς συναίσθησιν ἐλθὼν τῆς τοῦ θεοῦ περὶ αὐτὸν εὐμενείας, δημοσιεύει τὴν χάριν καὶ τῇ δωρεᾷ ἐπαγάλλεται, λέγων Εἰσήκουσε κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· κύριος τὴν προσευχήν μου προσεδέξατο. ὡς ἂν οὖν εἰς τὸ διηνεκὲς αὐτῷ τὸ ἀγαθὸν παραμένοι τὸ ἐκ τῆς μετανοίας αὐτῷ προσγενόμενον καὶ μὴ δευτέρας πάλιν μετανοίας χρείαν ὁ βίος λάβοι, ἀποστραφῆναι τοὺς ἐχθροὺς αὐτοῦ δεῖται δι' αἰσχύνης μαστιγουμένους. ὁ γὰρ αἰσχυνθεὶς ἐπὶ τῇ τοῦ κακοῦ ἐγχειρήσει, παιδαγωγῷ πρὸς τὸ μηκέτι τοῖς αὐτοῖς συνενεχθῆναι τῇ αἰσχύνῃ χρώμενος, τῆς τῶν ὁμοίων πείρας εἰς τὸν ἐφεξῆς χρόνον ἀφέξεται. αὕτη τοίνυν τῆς ἀγαθῆς ἀναβάσεως ἡ ἀκολουθία· ὁ τέταρτος ψαλμὸς τὸ ἄυλον ἀγαθὸν ἀπὸ τοῦ σωματικοῦ καὶ σαρκωδεστέρου διέκρινεν· ὁ πέμπτος τοῦ 5.193 τοιούτου ἀγαθοῦ τὴν κληρονομίαν ἐπηύξατο· ὁ ἕκτος τὸν καιρὸν τῆς κληρονομίας ὑπέδειξε τῆς ὀγδόης μνησθείς· ἡ ὀγδόη τὸν τῆς κρίσεως ἐφανέρωσε φόβον· ἡ κρίσις τοῖς καθ' ἡμᾶς ἁμαρτωλοῖς προλαβεῖν τῇ μετανοίᾳ τὰ φοβερὰ συνεβούλευσεν· εἶτα ἡ μετάνοια ἡ κατὰ λόγον τῷ θεῷ προσαχθεῖσα τὸ ἐξ αὐτῆς ἡμῖν γινόμενον κέρδος εὐηγγελίσατο εἰποῦσα ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ μετὰ δακρύων πρὸς αὐτὸν ἐπιστρέφοντος. οὗ γενομένου, ὡς ἂν πρὸς τὸν ἐφεξῆς χρόνον ἀμετάπτωτον ἡμῖν τὸ ἀγαθὸν παραμένοι, τὸν ἀφανισμὸν τῶν ἐχθρῶν νοημάτων δι' αἰσχύνης γενέσθαι παρακαλεῖ ὁ προφήτης. οὐ γὰρ ἔστιν ἄλλως ἐχθρόν τε καὶ παράνομον νόημα κατασβεσθῆναι, μὴ αἰσχύνης αὐτοῦ τὸν ἀφανισμὸν ἐμποιούσης· χάσμα γὰρ γίνεται διὰ βάθους ἐστηριγμένον ἡ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνη δι' ἑαυτῆς τοῦ ἀνθρώπου τὴν ἁμαρτίαν ἀποτειχίζουσα. εἴπωμεν οὖν ὅτι Αἰσχυνθείησαν καὶ ἐντραπείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. ἐχθροὶ δὲ δηλονότι οἱ οἰκιακοὶ οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι καὶ κοινοῦντες τὸν ἄνθρωπον· ὧν διὰ τάχους ἀποστραφέντων μετ' αἰσχύνης διαδέξεται ἡμᾶς ἡ ἐλπὶς τῆς δόξης ἡ εἰς αἰσχύνην μὴ καταλήγουσα χάριτι τοῦ κυρίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.