1

 2

 3

2

τότε εἰς τὸ παντελὲς ἐκκαθαίρει ἐξαναλίσκων ἐκ τῆς τῶν ὄντων φύσεως πᾶν ὅσον αἱματῶδές τε καὶ ῥυπαρὸν καὶ ἀκρόβυστον. καὶ οὕτω δεχόμεθα τὸν περὶ τῆς ὀγδόης νόμον τὸν καθαίροντά τε καὶ περιτέμνοντα, διότι τοῦ ἑβδομαδικοῦ παυσαμένου χρόνου ἐνστήσεται ἡμέρα ὀγδόη μετὰ τὴν ἑβδόμην, ὀγδόη μὲν λεγομένη ὅτι μετὰ τὴν ἑβδόμην γίνεται, οὐκέτι δὲ τὴν τοῦ ἀριθμοῦ διαδοχὴν ἐφ' ἑαυτῆς δεχομένη. μία γὰρ εἰς τὸ διηνεκὲς παραμένει οὐδέποτε νυκτερινῷ διαιρουμένη ζόφῳ. ἄλλος γὰρ αὐτὴν ποιεῖ ἥλιος ὁ τὸ ἀληθινὸν φῶς ἀπολάμπων· ὃς ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος διηνεκές τε καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπερ 5.190 γαζόμενος, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ λόγος, ὅτι Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος.

Ἐπεὶ οὖν ὑπὲρ τῆς κληρονομούσης ἐν τῷ προλαβόντι ψαλμῷ τὸν λόγον πεποίηται, ἡ δὲ κληρονομία ἐν τῇ ὀγδόῃ τοῖς ἀξίοις ἀπόκειται, ἐν ταύτῃ δὲ καὶ ἡ δικαία τοῦ θεοῦ γίνεται κρίσις ἑκάστῳ τὸ κατ' ἀξίαν νέμουσα, καλῶς ὁ προφήτης τῇ περὶ τῆς ὀγδόης μνήμῃ τὸν περὶ τῆς μετανοίας συνεισήγαγε λόγον. τίς γὰρ τῆς φοβερᾶς τοῦ Χριστοῦ κρίσεως μνήμην λαβὼν οὐκ εὐθὺς ἐν τῷ συνειδότι τῷ ἰδίῳ σπαράσσε ται καὶ φόβῳ καὶ ἀγωνίᾳ συνέχεται; κἂν πρὸς τὸ κρεῖττον ἑαυτῷ συνεγνωκὼς τύχῃ τὸν βίον; ἀλλ' οὖν πρὸς τὴν ἀκρίβειαν τῆς κρίσεως βλέπων, ἐν ᾗ καὶ τὰ λεπτότατα τῶν παρορα μάτων εἰς ἐξέτασιν ἄγεται, καταπτοεῖται πάντως τῇ τῶν φοβερῶν προσδοκίᾳ, οὐκ εἰδὼς εἰς ὅ τι αὐτῷ τὸ τῆς κρίσεως καταλήξει πέρας. τούτου χάριν ὡς ἐν ὀφθαλμοῖς λαβὼν τὰ φοβερὰ κολαστήρια, τὴν γέεναν ἐκείνην καὶ τὸ σκοτεινὸν πῦρ καὶ τὸν ἀτελεύτητον τῆς συνειδήσεως σκώληκα τὸν ἀεὶ μύζοντα τὴν ψυχὴν δι' αἰσχύνης καὶ τῇ μνήμῃ τῶν κακῶς βεβιωμένων τὰς ἀλγηδόνας ἀνακαινίζοντα, ἤδη τοῦ θεοῦ ἱκέτης γίνεται δεόμενος μὴ τῷ θυμῷ ἐκείνῳ παραδοθῆναι πρὸς ἔλεγχον μήτε διὰ τῆς ὀργῆς ἐκείνης ἐπαχθῆναι αὐτῷ τὴν ὑπὲρ ὧν ἐπλημμέλησε παίδευσιν. Τοῖς γὰρ καταδικασθεῖσι τῇ πικρᾷ παιδεύσει τῆς φοβερᾶς ἐκείνης κολάσεως θυμοῦ ἔργον νομίζεται καὶ ὀργῆς ἡ διάκρισις. καὶ διὰ τοῦτο ὡς ἐν τοῖς ἀλγεινοῖς ἤδη γενόμενος τὰς τῶν ὀδυνωμένων φωνὰς ὑποκρίνεται, οἷς θυμὸς εἶναι δοκεῖ καὶ ὀργὴ τὸ ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν ἐπαγόμενον. λέγει τοίνυν ὅτι Οὐκ 5.191 ἀναμένω ἐκ τοῦ θυμοῦ ἐκείνου διὰ τῶν φοβερῶν μαστίγων γενέσθαι μοι τῶν κεκρυμμένων τὸν ἔλεγχον, ἀλλὰ προλαμβάνω τῇ ἐξαγορεύσει τὴν ἐκ τῆς ὀργῆς ἐκείνης ἀνάγκην. ὅπερ γὰρ ἡ ὀδύνη ἐπὶ τῶν μαστιγουμένων ποιεῖ ἀκόντων αὐτῶν τὰ κρυπτὰ τῆς ἀνομίας ἐμφανῆ ποιοῦσα, τοῦτο ποιεῖ ἀφ' ἑαυτῆς ἡ προαίρεσις, ἑαυτὴν διὰ τῆς μετανοίας μαστίζουσά τε καὶ κολάζουσα, καὶ δημοσιεύουσα τὴν κεκαλυμμένην ἐν τοῖς κεκρυμμένοις ἁμαρτίαν. εἰπὼν τοίνυν ὅτι Μήτε τῷ θυμῷ σου ἐλέγξῃς με, μήτε τῇ ὀργῇ σου παιδεύσῃς με, ἀκολούθως καταφεύγει ἐπὶ τὸν ἔλεον, οὐ τοσοῦτον εἰς προαίρεσιν ὅσον εἰς ἀσθένειαν φύσεως τοῦ κακοῦ τὴν αἰτίαν ἀνάγων· Ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον· ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. τίς δὲ ἡ ἀσθένεια; Ἐξηρθρώθη τὰ ὀστᾶ μου καὶ διελύθη ἀπὸ τῆς μετ' ἀλλήλων ἁρμονίας. ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογισμοὺς τοὺς τὴν ψυχὴν διερείδοντας· Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. καὶ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι' ὧν ἐπήγαγε τοῖς εἰρημένοις ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα.

Τί οὖν ἀναβάλλῃ, φησίν, πρὸς τὴν ἴασιν, σὺ κύριε; ἕως πότε οὐκ ἐπάγεις τὸν ἔλεον; οὐχ ὁρᾷς τῆς ἀνθρωπίνης ζωῆς τὸ ὠκύμορον; πρόλαβε τῇ ἐπιστροφῇ τῆς ψυχῆς μου τὸ ἀναγκαῖον τῆς ζωῆς ἡμῶν· μή ποτε τοῦ θανάτου ἐπιλαβόντος ἀργῇ πᾶσα πρὸς θεραπείαν ἐπίνοια. οὐκέτι γὰρ ἔσται ἐν τῷ θανάτῳ ὁ διὰ τῆς μνήμης τοῦ θεοῦ θεραπεῦσαι δυνάμενος τὴν ἐκ κακίας αὐτῷ γενομένην νόσον· διότι ἐπὶ γῆς μὲν