1

 2

 3

 4

 5

1

In illud: Pater si possibile est

Εἰς τὸ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ. Τῇ μεγάλῃ Παρασκευῇ.

61.751 Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μητρὶ φιλοτέκνῳ, πάντα

πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων τέκνων ἀνατροφήν. Ὡς γὰρ ἐκείνη τὸν μασθὸν προΐσχουσα, τὴν τοῦ γάλακτος ἀκάματον τροφὴν τῷ φιλτάτῳ παρέχει, ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος τὴν θηλὴν τῆς διανοίας προβαλλόμενος τοῖς παισὶ τῆς Ἐκκλησίας, πόθῳ ψυχῆς ὑφέλκειν τὸ γάλα τοῦ λόγου παρακαλεῖ. Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται· τὸν αὐτὸν τρόπον καὶ ὁ διδάσκαλος μετὰ τὴν κατήχησιν τῶν θείων λογίων, καὶ οἱονεὶ μετὰ τὴν γαλακτοτροφίαν, καὶ τὸν δυσερμήνευτον ἄρτον τοῦ λόγου τῇ μαχαίρᾳ τοῦ πνεύματος διαλύσας, καὶ τῶν ποικίλων καὶ διαφόρων ἑρμηνειῶν καὶ θεωριῶν Γραφικῶν εἰς μίαν κρᾶσιν διδασκαλίας συναγαγὼν, νόστιμον τὸν λόγον τοῖς ὑπ' αὐτοῦ τρεφομένοις παισὶ μεταδίδωσι.

∆ιὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύματος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος. Ἔστι δὲ ἡμῖν προκείμενος ἐπὶ τῆς τῶν Γραφῶν τραπέζης, ὁ ἄρτος τοῦ λόγου τοιοῦτος· ∆ιὰ τί ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς πάντων ζωῆς ἐληλυθὼς ἀναδέξασθαι τὸ παθεῖν καὶ θανεῖν, ἐλθὼν ἐπὶ τὸν ἀοίδιμον σταυρὸν λέγει· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ. Πολλοὶ γὰρ μὴ νοήσαντες τὸν σκοπὸν τῆς σοφίας, καὶ τὸν κεκρυμμένον θησαυρὸν ἐν τῷ ῥήματι, μὴ προσεσχηκότες, δειλίας αὐτοῦ καταγγέλλουσιν.

Ἀλλὰ δεῦρο καὶ ἡμεῖς, ἀγαπητοὶ, τέως πρὸς αὐτὸν, ὥσπερ νήπιοι διαλεχθῶμεν, ἵνα τὰ ὑπ' ἐκείνου ἡμῖν νοήματα ὡς νηπίοις διαπορθμεύσωμεν. Εἴπωμεν τοίνυν πρὸς αὐτὸν, οὐχ ὥσπερ τέλειοι, ἀλλ' ὡς νήπιοι· Τίνος ἕνεκεν, Κύριε, ἐλθὼν τοῦ παθεῖν ὑπὲρ ἡμῶν, ἐλθὼν τοῦ σταυρωθῆναι, δειλιᾷς καὶ εὔχῃ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ; Εἰ ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβὼν, μηδενός σε ἀναγκάσαντος, τί νῦν ἄλλον ἀξιοῖς καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ μὴν συνείχου καὶ ἔσπευδες τοῦ πιεῖν τὸ ποτήριον τοῦτο. Ἔλεγες γὰρ, Βάπτισμα ἔχω βαπτισθῆναι· καὶ πῶς συνέχομαι, ἕως οὗ πίω αὐτό; καὶ ὁ συνεχόμενος καὶ σπεύδων τοῦ πιεῖν αὐτὸ, παραιτεῖς καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Μὴ γὰρ ἠγνόεις, ὅτι ἤμελλες ὑπὲρ ἡμῶν θάνατον ὑπομένειν; Καὶ μὴν σὺ ἔλεγες, ὅτι· ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Τί οὖν ἐλθὼν ἐγγὺς τοῦ σταυροῦ παραιτῇ καὶ λέγεις· Εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ τοῦτο ἐβούλου, τί τῷ σῷ μαθητῇ Πέτρῳ κωλύοντί σε ἐπετίμησας; ἔλεγες γὰρ, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Ἔλεγε δὲ καὶ Πέτρος· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· πρὸς ὃν ἀγανακτήσας ἔφης, 61.752 Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Εἰ οὖν ἐκείνῳ ἐπετίμησας τότε, ὡς ἀνθρώπινα φθεγγομένῳ, τί νῦν ἐπιζητεῖς ὃ τότε ἐκεῖνος ἐκώλυε, καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;