1

 2

 3

 4

 5

3

Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα. Πάτερ, εἰ δυνατόν ἐστι, τὸ ποτήριον τοῦτο παρελθέτω. Οὐχ ὡς σὺ νομίζεις, Ἄρειε, ἄρα δειλιᾷ ὁ Κύριος ἡμῶν, ἢ φοβούμενος τὸν θάνατον ταῦτα λέγει· πῶς γὰρ ἂν ἐφοβήθη ὁ ἐξουσίαν ἔχων θανεῖν καὶ μὴ θανεῖν; λέγει γάρ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ μὲν γὰρ ἠναγκάζετο ὑπό τινος, καλῶς ἔλεγες αὐτὸν δειλιᾷν· νῦν δὲ αὐτὸς λέγει, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· τοῦτ' ἔστιν. Οὐκ ἀναγκάζομαι ὑπό τινος, ἐπεὶ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ἀλλ' ὥσπερ ἐμαυτὸν ἐκένωσα, μορφὴν δούλου λαβὼν, μηδενός με ἀναγκάζοντος, καὶ ἐμαυτοῦ τὸ σῶμα ᾠκοδόμησα. Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· τὸν αὐτὸν τρόπον δύναμαι καὶ λυθέν μου τὸ σῶμα θανάτῳ διὰ τῆς ζωῆς ἐγεῖραι. Ἐγὼ γάρ εἰμι ὁ λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥστε οὖν οὐ δειλιῶν, οὐδὲ φοβούμενος τὸν θάνατον ταῦτα λέγω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, ἀλλ' ἀποκρύφου μυστηρίου λόγον προβαλλόμενος. Τοῦτο τὸ ῥῆμα δέλεάρ ἐστι τῷ διαβόλῳ· δεῖ με αὐτὸν τούτοις τοῖς ῥήμασιν ἀγκιστρεῦσαι. Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παραλελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ· καὶ ἐξ αὐτῶν τῶν πραγμάτων θεωρήσας με εἶναι Υἱὸν Θεοῦ, ἐνόησεν ὅτι, Ἐὰν ἐγὼ σταυρωθῶ, ἐκεῖνος ἀπώλετο· ἐὰν ἐγὼ κατέλθω εἰς τὰ καταχθόνια, τοὺς μοχλοὺς αὐτοῦ τοὺς σιδηροῦς συντρίψω, καὶ τὰς πύλας αὐτοῦ τὰς χαλκᾶς συνθλάσω. Καὶ ταῦτα θεωρήσας, φοβούμενος φεύγει στῆσαι τὸ πολυτίμητόν μοι [τὸ] τρόπαιον τοῦ σταυροῦ. Τί οὖν ἐγὼ ποιῶ; Ὡς σοφὸς ἁλιεὺς ὑποκρίνομαι δειλιᾷν, ὑποκρίνομαι φοβεῖσθαι τὸν θάνατον, καὶ λέγω· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· ἵνα ἐκεῖνος ἐκ τῶν τοιούτων ταπεινῶν μου ῥημάτων νομίσας με ἄνθρωπον εἶναι δειλὸν, φεύγοντα τὸν θάνατον, σπεύσῃ ἐν μέσῃ τῇ γῇ στῆσαι τὸ ξυλοπαγὲς μυστήριον τοῦ σταυροῦ, ὡς νομίζει, κατ' ἐμοῦ. ∆εῖ με οὖν ὡς σοφὸν ἁλιέα τεχνάσασθαι κατ' αὐτοῦ, δεῖ με πάντα ὑπομεῖναι ὑπὲρ τῆς πάντων ζωῆς. Εἰ γὰρ ἐκεῖνος ἐτεχνάσατο ἐξ ἀρχῆς κατὰ τῆς τοῦ Ἀδὰμ ἀπωλείας, πολλῷ μᾶλλον ἐγὼ τεχνάσομαι ὑπὲρ τῆς πάντων σωτηρίας. Ῥήμασι δολεροῖς ἠπάτησε τὸν Ἀδὰμ, ῥήμασι θεϊκοῖς ἀπατηθήσεται ὁ δολερός. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ.

Ἐὰν μὴ ὁ ἁλιεὺς, ὅτε χαλάσει τὸ ἄγκιστρον εἰς τὴν θάλασσαν, ποτὲ μὲν ἐνδῷ τῷ ἀγκίστρῳ, ποτὲ δὲ ὡς φεύγοντα δείξῃ τὸν σκώληκα, τῇ χειρὶ ὑφέλκων, οἱ ἰχθύες οὐκ ἐφάλλονται. Περιέθηκα τῷ ἀγκίστρῳ μου τῆς θεότητος τὸν σκώληκα τοῦ σώματος· ἐχάλασα τὸ ἄγκιστρον κεκρυμμένον ἐν τῷ σκώληκι τοῦ σώματος εἰς τὸν βυθὸν τοῦ βίου τούτου· ἐὰν μὴ ὁ σκώληξ ὡς σκώληξ κινηθῇ, ὁ ὀφείλων ἀγκιστρευθῆναι οὐκ ἐπέρχεται τῷ ἀγκίστρῳ. ∆εῖ με τοίνυν ὡς σκώληκα σχηματίσασθαι, καὶ λαλῆσαι· Ἐγὼ γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ἵν' ἐκεῖνος 61.754 ἐπιδράμῃ καὶ ἅψηται τῷ ἀγκίστρῳ, καὶ ἑλκυσθῇ ὑπ' ἐμοῦ, καὶ πληρωθῇ τὸ γεγραμμένον ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Γίνομαι ὡς ἄνθρωπος δειλιῶν, γίνομαι ὡς φεύγων τὸν θάνατον· εἴπω, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· εἴπω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ἀκούων ἐκεῖνος τούτων τῶν ῥημάτων, χαίρει καὶ εὐφραίνεται· σπεύδει γὰρ τὰ ἐναντία μου πράττειν. Ὅταν ἀκούσῃ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, εὐφραίνεται· καὶ τί λέγει ἐν ἑαυτῷ; Καὶ οὗτος ἄνθρωπός ἐστι. Κατέπιον τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς πατριάρχας καὶ τοὺς προφήτας· καταπίω καὶ τοῦτον. Ἰδοὺ γὰρ, ὡς ἄνθρωπος, δειλιᾷ· ἄνθρωπός ἐστι· καταπίω αὐτόν. Καταπίῃ με ὡς ἄνθρωπον, καὶ