1

 2

 3

 4

1

In principium indictionis, in martyres

Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος τοῦ νέου ἔτους, καὶ εἰς μάρτυρας, καὶ εἰς αἱμόῤῥουν.

59.575

αʹ. Ἐπάλληλον σημεῖον παρὰ τοῦ ∆εσπότου Χριστοῦ ἡ τῶν ἀγαθῶν ἐπομβρία, καὶ ἄλλος ἄλλον διαδέχεται πλοῦτον. Ἰδοὺ καὶ σήμερον ἡμᾶς ἑστιῶσιν οἱ καλλίνικοι μάρτυρες, τοὺς οἰκείους ἄθλους προτεθεικότες εἰς ἐπίκοινον εὐφροσύνης συμπόσιον. Ἔδει γὰρ, ἔδει τοὺς ἀεὶ νεάζοντας τῇ χάριτι μάρτυρας, καὶ τῇ τοῦ ἔτους εἰσόδῳ γενέσθαι τοῖς εὐσεβέσιν ἀφορμὴν δεξιώσεως· ἔδει τοιαύτην τῷ νέῳ ἐνιαυτῷ τοῖς πιστοῖς ὑπαντῆσαι τὴν ἀγαλλίασιν· ἔδει μετὰ τοσαύτης ἡμᾶς εὐλογίας ἀσπάσασθαι τῆς τοῦ χρόνου ἐναλλαγῆς τὰ προοίμια· ἔδει τὴν τῆς παρούσης ἡμέρας πανήγυριν τῷ χορῷ τῶν ἁγίων τετιμημένην ὑποδέξασθαι· ἔδει τὸν κύκλον τοῦ ἔτους τῷ τῶν μαρτύρων κοσμηθῆναι στεφάνῳ· ἔδει τοιαύτῃ χρήσασθαι ἐπὶ τοῦ ἐπιστάντος ἐνιαυτοῦ τῇ εὐωχίᾳ, ἐπαγομένους καὶ τὴν τῶν μαρτύρων τιμήν. Αὐτοὶ γάρ εἰσι πάσης εὐφροσύνης τῷ γένει παραίτιοι οἱ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, οἱ καὶ μετὰ θάνατον τῆς αὐτοῦ δυνάμεως κήρυκες, οἱ τὸν ἀπατεῶνα ὄφιν ποσὶ καρτερίας καταπατήσαντες, καὶ τὸν τυραννόφρονα λέοντα φιλοθεΐας χερσὶν ἀποπνίξαντες, καὶ τὴν ἀλήθειαν φανερώσαντες· οἱ τὴν παροῦσαν ζωὴν ὡς ματαίαν μισήσαντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ὡς υἱοὶ μητέρα, ποθήσαντες· οἱ διὰ θανάτου τὰς τῆς ἀθανασίας πύλας ἀνοίξαντες, καὶ τὸν τοῦ θανάτου γεννήτορα τῷ οἰκείῳ θανάτῳ νεκρώσαντες· οἱ ἐν σώματι τοὺς ἀσωμάτους νικήσαντες δαίμονας, οὐ δυνάμει σώματος, ἀλλὰ πίστει ψυχῆς· διὰ πίστεως γὰρ τῶν τοῦ κόσμου κατηγωνίσαντο πάντων, ἧς οὐδὲν Χριστιανοῖς αἱρετώτερον.

Πίστιν γὰρ κεκτημένοι συμπράκτορα τοὺς λόγους ἔργοις ἐβεβαίωσαν. Μέγα μὲν γὰρ ὡς ἀληθῶς τὸ τῆς δικαιοσύνης κατόρθωμα· λαμπρὰ δὲ καὶ τῆς σωφροσύνης ἡ ἀρετή· χρήσιμος ὁμοίως καὶ τῆς φιλοπτωχίας ἡ ἐπιμέλεια· καλὴ μετὰ τούτων καὶ τῆς ἐγκρατείας ἡ ἄσκησις· φέρει δὲ τὴν κατὰ πάντων νίκην τὸ δυνατὸν τῆς πίστεως πλεονέκτημα. Αὕτη ποτὲ τοῦ Ἀβραὰμ τὴν χερσεύουσαν τῆς Σάῤῥας γαστέρα μετὰ τὴν πολλὴν τοῦ χρόνου δαπάνην πρὸς γόνιμον ἐγεώργησεν ἄρουραν· ταύτῃ καὶ Μωϋσῆς πεζεύεσθαι πλεομένην ἐποίησε θάλασσαν· διὰ ταύτης Ἠλίας προσέταττεν οὐρανῷ, καὶ ἠκούετο· αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη· λεπρὸς διὰ πίστεως τῶν τοῦ πάθους ἀπηλλάγη φολίδων· τυφλὸς δι' ἐκείνης ὀφθαλμοὺς, οὓς ἡ φύσις οὐκ ἤνεγκεν, ἀπέλαβε· ταύτην συμμαχοῦσαν ἡ Χαναναία λαβοῦσα, βιασθεῖσα περὶ γονὴν ἀφήρπασε τὴν θυγατέρα τοῦ κατέχοντος δαίμονος. Ἐξήρανε καὶ λανθάνουσα πίστις αἱμάτων ῥοὰς, καὶ ἐπ' ἄλλων μὲν προλαμβανούσης αἰτήσεως ἠκολούθει τὸ δῶρον, ἐνταῦθα δὲ σιγῶσα παρὰ σιγῶντος, ὡς ἐνόμιζεν, ἀπεσύλα τὸ χάρισμα. Ὢ γυναικὸς ἀθλίας καὶ μακαρίας ὁμοῦ! ἀθλίας διὰ τὰ πρῴην, μακαρίας διὰ τὰ δεύτερα· Ἰδοὺ γὰρ, φησὶ, Γυνὴ ἐν ῥύσει αἵματος αὐτῆς δώδεκα ἔτη. Τοσοῦτος ἡμερῶν εἰ ἦν ἀριθμὸς, ὁπόσος ἐτῶν ἠνάλωτο χρόνος, κατεδάμασεν αὐτὴν ἂν, οὐχὶ δὲ ἔτη δώδεκα.

Εἰς φύσιν, ὡς οἶμαι, τὸ πάθος μετέπεσεν· ἥτις ἰατροῖς προσαναλώσασα τὸν βίον ὅλον, τῷ τοῦ σώματος μαρασμῷ καὶ τὴν τῶν χρημάτων προσέθηκε μείωσιν· ὑπ' οὐδενὸς δὲ ἴσχυσε θεραπευθῆναι. Ὢ τὸ, Οὐκ ἴσχυσεν· ἀνταγωνιστὴν εἶχεν ἡ γυνὴ τὸν τοῦ πάθους πολέμιον· ἐπήγαζεν ἄρα τῆς γυναικὸς ἡ γαστὴρ, κρουνός τις αἱμάτων ἀνελλιπὴς κατεφέρετο· οὐδὲ τοσούτου χρόνου τὸ μῆκος τῷ τῆς δυσωδίας ὀχετῷ τὴν φορὰν ἐδαπάνα. Ὀδύναις ἔτι καὶ φροντίσιν ἐκόπτετο τὴν διάνοιαν, πῶς