1

 2

 3

 4

2

τὸν δεσμὸν διαῤῥήξει τοῦ χαλεποῦ ἀῤῥωστήματος, πῶς τὸ δωδεκάετες ἀποτινάξεται πάθος, πῶς λύσει τὰς ἀνενδότους ὠδῖνας, πῶς στήσει τὰ ἀχαλίνωτα ῥεῖθρα, πῶς παύσει τῶν φλεβῶν τὴν μανίαν· πάντων ἰατρῶν νυκτοποροῦσα καὶ συρομένη κατετρίβετο θύραις· παρῃτεῖτο γὰρ τὸ φῶς, μὴ αἱ τῶν αἱμάτων κατιοῦσαι σταγόνες ἀτραπὸν 59.576 ἐργασάμεναι, στηλιτεύσωσι τὴν λανθάνουσαν τῆς βαδιζούσης αἰσχύνην. Μισθὸν τοῖς θεραπεύειν ἐθέλουσι, πᾶσαν ἣν εἶχε περιουσίαν ἐξήντλησε, τῆς ἀνάγκης βιαζομένης τὴν δόσιν· ἡ γὰρ ἐπιθυμία τῆς ὑγιείας πείθει χρημάτων μὴ φείδεσθαι. Καὶ οὕτως ἰατροὶ πάντες τῇ νόσῳ πολεμοῦντες, ἠτόνουν· ποικίλαι φαρμάκων ἐπίνοιαι τὴν τοῦ πάθους οὐκ ἴσχυον ἐξημεροῦν ἀγριότητα· ὥσπερ γάρ τι δύσκωφον θηρίον τῆς τῶν ἐπᾳδόντων τέχνης ἀνήκοον ἔμενεν, ὥσπερ ἀντιλέγειν τοιαῦτα δοκοῦν τοῖς βιαζομένοις ἀνόνητα· Τί μάχεσθε δυνατωτέρῳ θηρίῳ; χρόνος με τοσοῦτος τῆς ἐν σώματι νομῆς οὐκ ἐσύλησεν, ἰατρευόντων ἐπιστήμαις οὐκ εἴκω χρήμασιν οὐδεὶς ἐξαγοράσει τὴν δύναμιν, οὐδείς μου τὴν φορὰν τῶν ἐπὶ γῆς ἀνακόψει· εἷς με μόνος ἐκ παρθένου γεννηθεὶς ἰατρὸς φυγαδεύσει· ἐκείνου κἀγὼ πρὸς δόξαν φυλάττομαι· μάρτυς μετὰ τῶν ἄλλων τῆς ἐκείνου τηροῦμαι δυνάμεως. Τί οὖν ἀπράκτους ἐπιδείκνυσθε πόνους, δεσπότου προαρπάζειν οἱ δοῦλοι βιαζόμενοι νίκην; Οὐ φείσομαι τοῦ πλάσματος, ἂν μὴ τὸν πλάστην θεάσωμαι. Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα! χρόνου μῆκος, ἀλγηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς. Ἀλλὰ τοσοῦτοι πολέμιοι τὸ τῆς πίστεως τῆς κινδυνευούσης οὐκ ἐσύλησαν ὅπλον· τοσαῦται τῶν δεινῶν τρικυμίαι τῇ γυναικὶ ναυάγιον οὐκ εἰργάσαντο· τοσαῦται πειρασμῶν προσβολαὶ τὴν ὑπομένουσαν οὐ κατέβαλον γυναῖκα.

Εἶδε, φησὶ, τὸν Ἰησοῦν. Εἶδεν ἡ ἀπολλυμένη τὸν σώζοντα, εἶδεν ἡ δεδεμένη τὸν λυτρωτὴν, εἶδεν ἡ χειμαζομένη τοῦ κόσμου τὴν ἄγκυραν, εἶδε τὸν ἄνωθεν ἐλθόντα τῶν παθῶν βασιλέα, εἶδεν ἐλπίδα χαρᾶς ἀπροσδόκητον, εἶδε θεραπείαις ἀκαταγώνιστον δύναμιν, εἶδε πηγὴν ἰαμάτων ἀμισθὶ μερίζουσαν νάματα, εἶδε ζωὴν νεκρουμένοις ἐνδημήσασαν· εἶδε, καὶ τοιαύτην εὐθυμίας ἀνέστρεφεν ἔννοιαν. Εὗρον, λέγουσα, θεραπευτὴν ἐπιτήδειον· οὗτος ὁ ἰατρὸς μισθὸν οὐκ ἀπαιτήσει χρυσίου· ἕνα μισθὸν, ὡς οἶμαι, γνώμην ἀπαιτήσει γνησίαν· μίαν πίστεως ἐπιζητήσει με δόσιν. Ἀλλ' ἔχω· ταύτης γάρ με μόνης ἡ νόσος οὐκ ἀπεστέρησεν. Ἀλλὰ λογισμῶν ἀπορίαις ἀνθέλκομαι. Τί γάρ; προσδραμοῦσα κατάσχω; Τὸν ἀπὸ τοῦ πλήθους ὑποστέλλομαι κίνδυνον. Βοήσω τὰ κατ' ἐμαυτήν; ∆ιώξουσιν ὡς ἀκάθαρτον. Κρύψω τὴν συμφοράν; Ἀλλὰ τὴν ὀδύνην οὐ φέρω. Ὡς ἰατρῷ προσδράμω τῆς φύσεως; Ἀλλ' ὡς βασιλέα φοβοῦμαι. Ὡς ἱκετεύουσαν δέξεται; Μὴ ὡς μολύνουσαν φύγῃ. Ἐλεήσει τὸ πάθος; Μὴ κατακρίνῃ φανεῖσαν.

βʹ. Τί οὖν δράσω; ποῖον ἀναδέξομαι λογισμόν; ἀναίσχυντος φανῶ; Αἰδοῦμαι,

μὴ πάλιν ἀθεράπευτος μείνω. Μὴ δειλιάσω τὸ πλῆθος, καταφρονήσω τοῦ δέους, θέατρον γένωμαι, φύγω τὸν ἔξωθεν γέλωτα· ἰάσομαι τὸν ἔνδοθεν πόλεμον. Ὁ νόμος ὡς ἐῤῥυπωμένην μισεῖ, ὁ νομοδότης ὡς νοσοῦσαν οἰκτείρει. Προθυμία καὶ ὄκνος τῆς γυναικὸς τὴν ψυχὴν ἐμερίζοντο· ἀλλ' εὗρε πίστιν μεσῖτιν τῆς ἐγχειρήσεως. Προσελθοῦσα γὰρ, φησὶν, ὄπισθεν τοῦ Ἰησοῦ, Ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Μόνον ἐὰν ἅψωμαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Ὢ κλοπῆς πίστιν κτησαμένης μητέρα! ὢ κλοπῆς, ἣν αὐτὸς ἐπῄνεσεν ὁ τὰς κλοπὰς τιμωρούμενος! ὢ κλοπῆς τὸν κλαπέντα τερπούσης! ὢ σύλων στεφανουμένων ἐκ δικαστοῦ! Καὶ ὅρα τὸ θαυμαστόν. Λῃστεύσασα τὸ κέρδος, ὡς χαρισαμένη θαυμάζεται. Ἔλεγε γὰρ ἐν ἑαυτῇ. Ὁ Θεὸς, φησὶ, ∆εσπότης ἐστὶν οὐδὲν ἀγνοῶν· ∆εσπότης, σωματικῶν ὀφθαλμῶν οὐ δεόμενος, ἰατρός ἐστι ψυχὰς ἰώμενος, ὀφθαλμός ἐστι λογισμοὺς ἐμβατεύων· ὁρᾷ καὶ κρυπτομένην ἐμὲ, ἀκούει καὶ μὴ