Eclogae de philosophia Chaldaica
Πρόκλου ἐκ τῆς αὐτῆς χαλδαϊκῆς φιλοσοφίας 1 Αὐλαὶ τῶν θείων καὶ οἰκήσεις αἱ ἀΐδιαι τάξεις. Καὶ ἡ "πανδεκτικὴ αὐλὴ" τοῦ Πατρὸς ἡ πατρικὴ τάξις ἐστίν, ἡ πάσας ὑποδεχομένη καὶ συνέχουσα τὰς ἀναχθείσας ψυχάς· ἡ δὲ τῶν ἀγγέλων μερὶς πῶς ἀνάγει ψυχήν; φέγγουσα, φησί, πυρὶ τὴν ψυχήν, τοῦτ' ἔστι περιλάμ πουσα αὐτὴν πανταχόθεν, καὶ πλήρη ποιοῦσα τοῦ ἀχράν του πυρὸς ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν δι' ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν ἀλλὰ συν άπτεται τῷ φωτὶ τῶν θείων· καὶ συνέχει δὲ αὐτὴν ἐν οἰκείῳ τόπῳ, καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην, τῷ θερμῷ πνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ τῆς ἀναγωγοῦ ζωῆς· τὸ γὰρ πνεῦμα τὸ θερμὸν ζωῆς ἐστι μετάδοσις. Κουφίζεται δὲ ἅπαν τὸ σπεῦδον εἰς τὸν ἄνω τόπον, ὥσπερ βρίθει τὸ εἰς τὴν ὕλην φερόμενον. Τέλος δὲ τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶ ἡ αὐτοφαὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ θεοῦ ὄψις, ὡς ὑπ' ὄμμασιν αὐτὴν τιθεῖσα τοῦ Πατρός. Ὑμνῳ δὸς δὲ ἀποτελεῖται τῶν θείων ἡ ψυχή, κατὰ τὸ λόγιον, τὰ συνθήματα τοῦ Πατρὸς τὰ ἄρρητα προβαλλομένη καὶ προσφέρουσα αὐτὰ τῷ Πατρί, ἃ ἐνέθετο ὁ Πατὴρ εἰς αὐτὴν ἐν τῇ πρώτῃ παρόδῳ τῆς οὐσίας. Τοιοῦτοι γὰρ οἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι τῆς ἀναγομένης ψυχῆς, ἀνακινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν λόγων οἳ φέ ρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων. 2 Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας. "Ψυχῆς βάθος" τὰς τριπλᾶς αὐτῆς γνωστικὰς δυνά μεις φησί, νοεράς, διανοητικάς, δοξαστικάς· "ὄμματα" δὲ "πάντα", τὰς τριπλᾶς αὐτῶν γνωστικὰς ἐνεργείας. Τὸ γὰρ ὄμμα, γνώσεως σύμβολον· ἡ δὲ ζωή, ὀρέξεως· τριπλᾶ δὲ ἑκατέρα. Γῆ δὲ ἀφ' ἧς δεῖ κουφίζειν τὴν καρ δίαν, τὰ ὑλικὰ πάντα καὶ τὰ ποικίλα τῶν ἐν γενέσει φερομένων, καὶ πᾶς τύπος σωματικός· οἷς ἕπεται θέα μὲν τῆς πατρικῆς μονάδος, εὐφροσύνη δὲ ἄχραντος ἐπ' αὐτήν, εὐστάθειά τε ἀπὸ τῆς νοερᾶς ταύτης περιωπῆς· ἀφ' ὧν δῆλον ὡς μικτὸν ἡμῶν τὸ ἀγαθόν, ἔκ τε κινήσεως καὶ τῆς συμφυοῦς εὐφροσύνης. Πᾶσα γὰρ ζωή, τὴν ἑαυτῆς ἐνέργειαν εὔλυτον ἔχουσα, ἡδονὴν ἔλαχεν αὐτῇ σύζυγον. Ὕμνος δὲ τοῦ Πατρὸς οὐ λόγοι σύνθετοι, οὐκ ἔργων κατασκευή· μόνος γὰρ ἄφθαρτος ὤν, φθαρτὸν ὕμνον οὐ δέχεται· μὴ οὖν κενῇ ῥημάτων καταιγίδι πείσειν ἐλπίζωμεν τὸν λόγων ἀληθῶν δεσπότην μηδὲ ἔργων φαντασίᾳ μετὰ τέχνης κεκαλλωπισμένων· ἀκαλλώ πιστον εὐμορφίαν θεὸς φιλεῖ. Ὕμνον οὖν τῷ θεῷ τοῦτον ἀναθῶμεν· καταλίπωμεν τὴν ῥέουσαν οὐσίαν· ἔλθωμεν ἐπὶ τὸν ἀληθῆ σκοπόν, τὴν εἰς αὐτὸν ἐξομοίωσιν· γνωρίσωμεν τὸν δεσπότην, ἀγαπήσωμεν τὸν Πατέρα· κα λοῦντι πεισθῶμεν· τῷ θερμῷ προσδράμωμεν, τὸ ψυχρὸν ἐκφυγόντες· πῦρ γενώμεθα, διὰ πυρὸς ὁδεύσωμεν. Ἔχομεν εὔλυτον ὁδὸν εἰς ἀνέλευσιν· Πατὴρ ὁδηγεῖ, πυρὸς ὁδοὺς ἀναπτύξας μὴ ταπεινὸν ἐκ λήθης ῥεύσω μεν χεῦμα. 3 Πρόκλου. Ῥίζα τῆς κακίας τὸ σῶμα, ὥσπερ τῆς ἀρετῆς ὁ νοῦς. Ἡ μὲν γὰρ ἄνωθεν ἐκβλυστάνει ταῖς ψυχαῖς, ἡ δὲ ἀπὸ τῶν χειρόνων ἐπεισκωμάζει καὶ κάτωθεν· τὸ δὲ καταβα λεῖν εἰς γῆν, τὸ ἀφ' ἡμῶν ἐκκόψαι· ἐᾶσαι δὲ αὐτήν, ὅποι παρετάχθη φέρεσθαι· τέτακται δὲ ἐν ὅλῃ τῇ γενέσει. Ἐπειδὴ δὲ τὰ κακὰ ἐνθάδε καὶ "τόνδε τὸν τό πον ἐξ ἀνάγκης περιπολεῖ", μέρος δὲ καὶ τὸ ἡμέτερον σῶμα τῆς γενέσεως, μέρος μὲν οὖν ἀκάκυντον ποιεῖν, δυνατόν, ὅλην δὲ τὴν γένεσιν, ἀδύνατον, εἰ μὴ καὶ τὸ εἶναι αὐτῆς ἀνέλοιμεν· εἰς ἣν καὶ ζῆλον καὶ φθόνον καταβλητέον ὅθενπερ αὐτὰ κατελέξατο· ὑλικὰ γὰρ ὄντα τὴν ὕλην ἔχει τιθήνην· τὸ δὲ "μὴ σβέσαι φρενὶ" πρὸς τὴν ἀπόκλεισιν, οὐ πρὸς τὸν ἀφανισμὸν εἴρηται, καθά περ τὰ ἐναποσβεννύμενά τινι περιέχεται ὅλα ἐν ἐκείνῳ καὶ ἀναπίμπλησιν αὐτὸ τῆς οἰκείας θέρμης· ἀντὶ δὲ τοῦ σβέσαι κατάβαλε, μὴ ἔχων αὐτὸν ἔνδον καθειργμένον·