Eclogae de philosophia Chaldaica

 διόπερ ἐπάγει· Μὴ πνεῦμα μολύνῃς, διὰ τοῦ ἔχειν ἔνδον καὶ ἀποκρύψαι. Ὑλικὸς δὲ ὁ φθόνος· στερήσει γὰρ τῶν ἀγαθῶν σύνοικος, ἡ δὲ στέρησις τῇ ἀγόνῳ ὕλ

 αὐτῷ· τὸ δὲ ἓν εἰς ὃ πᾶσαι αἱ ψυχικαὶ δυνάμεις συννεύουσιν αὐτῆς [ὃ] μόνον πέφυκε προσάγειν ἡμᾶς τῷ πάντων ἐπέκεινα τῶν ὄντων, καὶ αὐτὸ πάντων ὃν τῶν

αὐτῷ· τὸ δὲ ἓν εἰς ὃ πᾶσαι αἱ ψυχικαὶ δυνάμεις συννεύουσιν αὐτῆς [ὃ] μόνον πέφυκε προσάγειν ἡμᾶς τῷ πάντων ἐπέκεινα τῶν ὄντων, καὶ αὐτὸ πάντων ὃν τῶν ἐν ἡμῖν ἑνοποιόν· καθὸ καὶ ἐρριζώθημεν κατ' οὐσίαν ἐν ἐκείνῳ, καὶ τῷ ἐρρζῶσθαι κἂν προΐωμεν, οὐκ ἀποστησόμεθα τῆς ἑαυτῶν αἰτίας. 5 Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας. Ἡ φιλοσοφία τήν τε λήθην καὶ ἀνάμνησιν τῶν ἀιδίων λόγων αἰτιᾶται τῆς τε ἀποφοιτήσεως τῆς ἀπὸ τῶν θεῶν καὶ τῆς ἐπ' αὐτοὺς ἐπιστροφῆς· τὰ δὲ λόγια, τῶν πατρικῶν συνθημάτων. Συνᾴδει δὲ ἀμφότερα· συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων· ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων· καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα [τὰ] δὲ τῶν ἀγνώστων συνθημάτων. Καὶ ὥσπερ πᾶσα ψυχὴ πάντων μέν ἐστι πλήρωμα τῶν εἰδῶν, κατὰ μίαν δὲ ὅλως αἰτίαν ὑφέστηκεν, οὕτω καὶ πάντων μὲν μετέχει τῶν συνθημάτων, δι' ὧν συνάπτεται τῷ θεῷ, ἀφώρισται δὲ ἡ ὕπαρξις ἐν ἑνί, καθὸ συνάγεται πᾶν τὸ ἐν αὐτῇ πλῆθος εἰς μίαν κορυφήν. ∆εῖ γὰρ καὶ τοῦτο εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης κατ' εἶδος διέστηκε, καὶ ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστι· πρῶτον μὲν γὰρ καθ' ἓν εἶδος, πολλῶν ἀτόμων ὑπόστασις ἑνοειδῶν περί τε τὴν ὕλην ἐστὶ καὶ τὰ σύνθετα τῶν ὄντων, μιᾶς ὑποκειμένης φύσεως ποικίλως τοῦ αὐτοῦ μετεχούσης εἴδους· εἰ γὰρ τὸ εἶναι τῆς ψυχῆς λόγος ἐστὶ καὶ εἶδος ἁπλοῦν, ἢ οὐδὲν διοίσει κατ' οὐσίαν ψυχή τις ἄλλης, ἢ κατ' εἶδος ἂν διαφέροι· ὃ γάρ ἐστι διοίσει μόνον, ἔστι δὲ εἶδος μόνον. Ὅθεν δῆλον ὡς πᾶσα ψυχή, κἂν τῶν αὐτῶν ᾖ λόγων πλήρης, ἀλλ' ἓν εἶδος ἔλαχεν ἀφοριστικὸν τῶν ἄλλων, ὥσπερ τὸ ἡλιακὸν εἶδος χαρακτηρίζει τὴν ἡλιακὴν ψυχήν, ἄλλο ἄλλην.