Eclogae de philosophia Chaldaica

 διόπερ ἐπάγει· Μὴ πνεῦμα μολύνῃς, διὰ τοῦ ἔχειν ἔνδον καὶ ἀποκρύψαι. Ὑλικὸς δὲ ὁ φθόνος· στερήσει γὰρ τῶν ἀγαθῶν σύνοικος, ἡ δὲ στέρησις τῇ ἀγόνῳ ὕλ

 αὐτῷ· τὸ δὲ ἓν εἰς ὃ πᾶσαι αἱ ψυχικαὶ δυνάμεις συννεύουσιν αὐτῆς [ὃ] μόνον πέφυκε προσάγειν ἡμᾶς τῷ πάντων ἐπέκεινα τῶν ὄντων, καὶ αὐτὸ πάντων ὃν τῶν

διόπερ ἐπάγει· "Μὴ πνεῦμα μολύνῃς", διὰ τοῦ ἔχειν ἔνδον καὶ ἀποκρύψαι. Ὑλικὸς δὲ ὁ φθόνος· στερήσει γὰρ τῶν ἀγαθῶν σύνοικος, ἡ δὲ στέρησις τῇ ἀγόνῳ ὕλῃ συνυφέστηκεν· ἄφθονον δὲ τὸ θεουργὸν φῦλον καὶ ἀνα τεινόμενον εἰς τὸν ζῆλον τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλ' οὐκ εἰς φιλονεικίας ἀνθρώπων καὶ δυσμενείας κατα σπώμενον. Ταῦτα δὲ τὰ πάθη, ταῖς ψυχαῖς ἐναποκλειό μενα, ἐναπομόργνυταί τινα ἐν τῷ πνεύματι κακίαν ἔνυ λον καὶ ἀναπίμπλησιν αὐτὸ τῆς ὑλικῆς στερήσεως καὶ ἀζωΐας. 4 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς φιλοσοφίας. Ἱσταμένη ἡ ψυχὴ κατὰ τὸ διανοητικὸν τὸ ἑαυτῆς, ἐπιστήμων ἐστὶ τῶν ὄντων· ἐν δὲ τῷ νοερῷ τῆς οἰκείας οὐσίας ἑαυτὴν ἱδρύσασα, νοεῖ τὰ πάντα ταῖς ἁπλαῖς καὶ ἀμερίστοις ἐπιβολαῖς. Εἰς δὲ τὸ ἓν ἀναδραμοῦσα, καὶ πᾶν τὸ ἐν αὐτῇ συμπτύξασα πλῆθος, ἐνθεαστικῶς ἐνεργεῖ καὶ συνάπτεται ταῖς ὑπὲρ νοῦν ὑπάρξεσι· τῷ γὰρ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον συνάπτεσθαι πέφυκε, καὶ πᾶσα γνῶσις δι' ὁμοιότητα συνδεῖ τῷ κατανοουμένῳ τὸ κατανοοῦν, τῷ μὲν αἰσθητῷ τὸ αἰσθητικόν, τῷ δὲ δια νοητῷ τὸ διανοητικόν, τῷ δὲ νοητῷ τὸ νοητικόν, ὥστε καὶ τῷ πρὸ νοῦ τὸ ἄνθος τοῦ νοῦ. Ὡς γὰρ ἐν τοῖς ἄλλοις οὐκ ἔστι νοῦς τὸ ἀκρότατον, ἀλλ' ἡ ὑπὲρ νοῦν ἄλλοις οὕτως ἐν ταῖς ψυχαῖς οὐκ ἔστι νοερὸν τὸ πρῶτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ τοῦ νοῦ θειότερον· καὶ πᾶσα ψυχὴ καὶ πᾶς νοῦς ἐνεργείας ἔχει διττάς, τὰς μὲν ἑνοειδεῖς καὶ κρείττονας νοήσεως, τὰς δὲ νοητικάς. ∆εῖ οὖν ἐκεῖνο τὸ νοητὸν καὶ κατ' αὐτὸ τὸ ἐνιστάμενον καὶ τὴν ὕπαρξιν νοεῖν, μύσαντα κατὰ πάσας τὰς ἄλλας ζωὰς καὶ δυνάμεις. Ὡς γὰρ νοειδεῖς γιγνόμενοι τῷ νῷ πρόσιμεν, οὕτως ἑνοειδεῖς πρὸς τὴν ἕνωσιν ἀνατρέχομεν, ἐπ' ἄκρῳ τῷ οἰκείῳ στάντες νῷ· ἐπεὶ καὶ ὀφθαλμὸς οὐκ ἄλλως ὁρᾷ τὸν ἥλιον ἢ γενόμενος ἡλιοειδής, ἀλλ' οὐ τῷ ἐκ πυρὸς φωτί· ᾧ καὶ δῆλον ὅτι τὸ νοεῖν ἐκεῖνο μὴ νοεῖν ἐστιν. "Ἐὰν δέ", φησίν, ἐπεγκλίνῃς σὸν νοῦν", τοῦτ' ἔστιν, ἐπερείσῃς ταῖς νοεραῖς ἐπιβολαῖς εἰς τὴν πρὸς ἐκεῖνο συναφήν, καὶ οὕτως "ἐκεῖνο νοήσῃς" τὸ νοητόν, "ὥς τι νοῶν", τοῦτ' ἔστι, κατά τι μέτρον εἴδους καὶ γνώσεως ἐπιβλητικῶς, "οὐκ ἐκεῖνο νοήσεις"· κἂν γὰρ ὦσιν αἱ τοιαῦται νοήσεις ἁπλαῖ, ἀπολείπονται τῆς τοῦ νοητοῦ ἑνιαίας ἁπλότητος καὶ εἰς δευτέρας φέρονταί τινας νοερὰς <φύσεις> εἰς πλῆθος ἤδη προελθούσας. Οὐδὲν γὰρ γνωστὸν δι' ἐλάττονος γιγνώσκεται γνώσεως· οὐ τοίνυν οὐδὲ τὸ ὑπὲρ νοῦν, διὰ νοῦ· ἅμα γὰρ νοῦς ἐπιβάλλει τινὶ καὶ τοιόνδε λέγει τὸ νοούμενον, ὅπερ ἐστὶ τοῦ νοητοῦ δεύτερον· ἀλλ' εἰ ἐν τῷ ἄνθει τοῦ ἐν ἡμῖν νοῦ τὸ νοητὸν τοῦτο νοοῦμεν, ἐπ' ἄκρῳ τῆς πρώτης νοητῆς τριάδος ἱδρυνθέν, τίνι ἂν ἔτι συναφθείη μὲν πρὸς τὸ ἕν, ὅ ἐστιν ἀσύντακτον πρὸς πάντα καὶ ἀμέθεκτον; εἰ γὰρ ὁ πρῶτος "Πατὴρ" ἁρπάζειν "ἑαυτόν" λέγεται τοῦ νοῦ καὶ τῆς "δυνάμεως", τίς ὁ μηδὲ οὕτως ἁρπάσαι δεηθεὶς ἑαυτόν, ἀλλ' ὑπερηρπασμένος ἀπὸ πάντων ἁπλῶς καὶ θεὸς πάντων ὑμνούμενος; εἰ δὲ καὶ περὶ τοῦ πρωτίστου Πατρὸς ἐν ἄλλοις εἴρηται· "καὶ δύναμιν πρώτην ἱεροῦ λόγου", τίς ὁ ὑπὲρ τοῦτον καὶ οὗπερ οὗτος μετέχων ἱερὸς λέγεται; καὶ εἰ ὁ ἐκφαίνων ἀρρητότερον ὄντα λόγος ὀνομάζεται, δεῖ πρὸ τοῦ λόγου τὴν τὸν λόγον ὑποστήσασαν εἶναι σιγήν, καὶ πρὸ παντὸς ἱεροῦ τὴν ἐκθεωτικὴν αἰτίαν. Ὡς οὖν τὰ μετὰ τὰ νοητὰ λόγοι τῶν νοητῶν εἰσι, συνηγμένων ὄντων, οὕτως ὁ ἐν ἐκείνοις λόγος, ἀπ' ἄλλης ἀρρητοτέρας ἑνάδος ὑποστάς, λόγος μέν ἐστι τῆς πρὸ τῶν νοητῶν σιγῆς, τῶν δὲ νοητῶν σιγωμένων, σιγή. Μήποτε οὖν οὐκ ἔστι ταὐτὸν νοῦ ἄνθος καὶ πάσης ἡμῶν τῆς ψυχῆς ἄνθος· ἀλλὰ τὸ μέν ἐστι τῆς νοερᾶς ἡμῶν ζωῆς τὸ ἑνοειδέστατον, τὸ δὲ ἁπασῶν τῶν ψυχικῶν δυνάμεων ἕν, πολυειδῶν οὐσῶν· οὐ γάρ ἐσμεν νοῦς μόνον, ἀλλὰ καὶ διάνοια καὶ δόξα καὶ προσοχὴ καὶ προαίρεσις, καὶ πρὸ τῶν δυνάμεων τούτων οὐσία μία τε καὶ πολλὴ καὶ μεριστή τε καὶ ἀμερής. ∆ιττοῦ τε τοῦ ἑνὸς πεφηνότος, καὶ τοῦ μὲν τῆς πρωτίστης ἡμῶν τῶν δυνάμεων ἄνθους ὄντος, <τοῦ> δὲ τῆς ὅλης οὐσίας κέντρου καὶ τῶν περὶ αὐτὴν ἁπασῶν παντοίων δυνάμεων, ἐκεῖνο μόνον ἡμᾶς συνάπτει τῷ πατρὶ τῶν νοητῶν· νοερὸν γάρ ἐστιν ἕν, νοεῖται δὲ καὶ ἐκεῖνο ὑπὸ τοῦ πατρικοῦ νοῦ κατὰ τὸ ἓν τὸ ἐν