Tomus ad Antiochenos
Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ.
Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀραβίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος, Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, ∆ρακότιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μη νᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐν Χριστῷ πλεῖστα χαίρειν. Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκο νόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ' ἡμῶν, νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινω νίας· ἀναγκαῖον ἡγησάμεθα ταῦθ' ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶ ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουρ γοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ' ἡμῶν, καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, 26.797 οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πίστις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ' ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ' ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐ τοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πί στις καὶ εὐσέβεια κηρύσσεται; Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν' ἅμα τὴν ὑμετέραν περι πτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύ σωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυ πήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλει τουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ' ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροι κίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς, ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομέ νους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρεια νῶν προσκαλέσασθε παρ' ἑαυτοῖς, καὶ ὡς μὲν πατέ ρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδε μόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον ἀπαιτήσητε παρ' αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν 26.800 Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεμα τίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυ σαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ
1