Tomus ad Antiochenos

 διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατ

 μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀ

 δια νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν

 ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶ

δια νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνα τροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα. Ἀλλ' ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκονόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συντόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστερίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. ∆ίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς 26.808 εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐτῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶσθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχομαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπητός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ' αὐτοῦ εἰς τοῦτο πεμφθέντες. Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας. Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· ∆ρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων. Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ' ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. 26.809 Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων

4