Tomus ad Antiochenos

 διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατ

 μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀ

 δια νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν

 ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶ

διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλεί δου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφρο σύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάν των ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ' ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ' ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακα λοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ' ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι. Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πί στεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέ ρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. Ἠξίω σαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχεί ρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ' ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰ 26.801 ρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνεί δομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμ φοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρ' ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλο τριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ' ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρ χὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦν τες, τρεῖς ὑποστάσεις λέγωσι; ∆ιεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτών των δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα μόνον, ἀλλ' ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνού σιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς, μήθ' ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων, ἢ φρονούντων· ἀλλ' εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ' ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέ ξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰ τιαθέντας παρὰ τούτων, ὡς λέγοντας

2