1

 2

 3

 4

 5

 6

1

In ebriosos

ΟΜΙΛΙΑ Ι∆ʹ. Κατὰ μεθυόντων.

Κινεῖ μέν με πρὸς τὸν λόγον τὰ ἑσπερινὰ θεά ματα· κατέχει δέ μου πάλιν τὴν

ὁρμὴν, καὶ ἀπαμ βλύνει τὴν προθυμίαν τῶν προλαβόντων πόνων τὸ ἄκαρπον. Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβάλ λειν. Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νη στείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρό 31.445 μενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος· ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον; Ὢ πόσας νύκτας εἰκῆ ἠγρυπνήσατε! πόσας ἡμέρας εἰκῆ συνηθροίσθητε! εἴ γε καὶ εἰκῆ. Ὁ γὰρ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συν ήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεπονημένοις μι σθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως· ὅτι, γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίων ἀξιωθεὶς, πάντα προέδω κεν, ἡδονῇ βραχείᾳ δελεασθείς. Ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μία ἑσπέρα, καὶ μία προσβολὴ τοῦ ἐχθροῦ πάντα τὸν πόνον ἐκεῖνον διέλυσε καὶ ἠφάνισε. Ποία οὖν προθυμία τοῦ νῦν λόγου; Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα τοῦ Ἱερεμίου, ὃς, πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο· ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Γυναῖκες ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου κατα φρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἵ κοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντί δοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξ αλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμά ζεσθαι δὲ πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσει σάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψα σαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμ ματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ἄῤ ῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χι τῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν ἐκμανεῖσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ' ἑαυτὰς προσ καλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυ ρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰ κείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πεποίηνται.

Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις 31.448 ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδε μίαν ὑπερβολὴν ἀπολείπουσαι. Ταῦτα πῶς μὲν σιωπήσω; πῶς δὲ κατ' ἀξίαν ὀδύρωμαι; Οἶνος ἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος, τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν· ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Μέθη, ὁ αὐθαίρετος δαίμων, ἐξ ἡδονῆς ταῖς ψυ χαῖς ἐμβαλλόμενος, μέθη, κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις, τὸν ἀνδρεῖον