1

 2

 3

 4

 5

 6

6

κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντετίτρωσκον. Γέλωτες παρ' ἀμφοτέρων, ᾄσματα αἰσχρὰ, σχήματα πορνικὰ, ἐρεθίζοντα πρὸς ἀσέλ-γειαν. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; Ἄσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα 31.461 κάμπτειν εἰς τὴν προσκύνησιν; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους; ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κακῶς. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, αἱ κατ' ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ἀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται, ἐκ τοιούτων θεαμάτων μυρίων ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐχ, ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπόδικοί εἰσι, κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Πῶς ὑμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν· σὺ δὲ, προλαβὼν, σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματος, καὶ ἐγένου ναὸς εἰδώλων, ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος.

Πῶς τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; Ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι, μή πως ὁ μὲν ἀνυπότακτος στραγότερος γένηται, ὁ κατανενυγμένος τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. Ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἡ νηστεία τὴν μέθην θεραπευσάτω· ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος αὐτοῦ πλοῦτος. Πολλοὺς ἐργάτευσον τῶν θλιβομένων εἰς τὴν κοινωνίαν τῆς προσευχῆς, εἰ ἄρα σοι ἀφεθήσεται ἡ ἐπίνοια τῆς κακίας. Ὅτε ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· (ἡ δὲ παιδιὰ αὐτῶν εἰδωλολατρεία ἦν·) τότε οἱ Λευῗται, κατὰ τῶν ἀδελφῶν ἑαυτοὺς ἐξοπλίσαντες, εἰς ἱερωσύνην τὰς χεῖρας ἑαυτῶν 31.464 ἐτελείωσαν. Καὶ ὑμῖν τοίνυν τοῖς φοβουμένοις τὸν Κύριον, ὅσοι νῦν ἐπεστυγνάσατε ἐπὶ τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο διαστελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ' αὐτοῖς λύπης, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἵνα οὕτως οἱ μὲν ἐντραπέντες εἰς ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε, διὰ τῆς δικαιοκρισίας τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.