1

 2

 3

 4

 5

 6

 7

1

Sermo 11 (sermo asceticus et exhortatio de renuntiatione mun

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, καὶ παραίνεσις περὶ ἀποταγῆς βίου, καὶ τελειώ-σεως πνευματικῆς.

∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω

ὑμᾶς, φησὶν ἡ θεία φωνὴ, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεν αἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲν τὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομέ νους ἀποθέσεως προτρέπουσα ἀποβάλλεσθαι· τοῦτο δὲ, τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸν τῶν ἁμαρτημάτων διὰ τῆς εὐποιίας καὶ ἐξαγορεύ σεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳ τῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ προῃρημένος, καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίον ἐπειγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός. Ἀλλὰ, παρακαλῶ, μὴ ἀδοκιμάστως τοῦτο ποιείτω, μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου, καὶ σωτη ρίαν ἄμαχον· ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸν πρὸς εὐδοκίμησιν ὑπομονῆς θλίψεων σωματικῶν τε 31.628 καὶ πνευματικῶν, ἵνα μὴ, ἀπροσδοκήτοις ἑαυτὸν ἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντί στασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμιῶν, εὑρεθῇ παλινδρομῶν πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθε, σὺν αἰσχύνῃ καὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερχόμενος τῷ βίῳ, καὶ πολλοῖς σκάνδαλον γινόμενος, ἀδυναμίας ὑπολήψεις πᾶσιν ἐμποιῶν τῆς ἐν Χριστῷ πολιτείας, οὗ τὸν κίνδυνον ἴστε πάντες οἱ τὰ Εὐαγγέλια ἀναγινώσκοντες, ἐν οἷς λέγει ἡ θεία φωνή· Συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.

Οὐ γὰρ μόνον ὑπεύθυνος ἔσται τῇ καταδίκῃ τοῦ λει ποταξίου, ἀλλὰ καὶ τῆς τῶν ἀνατρεπομένων ὑπ' αὐτοῦ ἀπωλείας, κἂν δόξῃ φρενοβλαβέσι λογισμοῖς πείθειν ἑαυτὸν ἐν τῷ βίῳ διάγοντα ἀγαθοεργίαις ἐξευ μενίζειν τὸ θεῖον· ὅπερ ἐστὶν αὐτῷ ἀδύνατον. Ὁ γὰρ μὴ ἰσχύσας ἐν τῷ δυσαμαρτήτῳ βίῳ διὰ τὸ ἀπερί σπαστον ἐνεγκεῖν τὰ παλαίσματα τοῦ ἐχθροῦ, πῶς ἐν τῷ πολυαμαρτήτῳ καὶ ὑπ' αὐτοῦ ἀρχομένῳ βίῳ δυνή σεται κατορθῶσαί τι τῶν ἐναρέτων; Ἵνα δὲ καὶ δοίη τις διορθοῦν ἑαυτοῦ τὸν οἰκεῖον βίον, τὸ ἔγκλημα τῆς τοῦ Χριστοῦ ἐγκαταλείψεως οὐκ ἐκφεύξεται, καθὰ καὶ οἱ ἐν τῷ Εὐαγγελίῳ δηλούμενοι μαθηταὶ, περὶ ὧν φησιν ὁ θεῖος εὐαγγελιστής· Πολλοὶ δὲ τῶν μαθητῶν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι περι επάτουν μετὰ Ἰησοῦ, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος αὐτοῦ, τίς δύναται αὐτοῦ ἀκούειν; ∆ιὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς, κηδόμενος τῆς ἡμῶν σωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπων διαγωγὴν, συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοι ἐπὶ συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς, ὡς ἀπαιτηθήσε ται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως. Οἷος ἦν ἐν μὲν τῇ Παλαιᾷ ∆ιαθήκῃ Ἀβραὰμ, ὃς, τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμ παθῶς, ἐμεγαλαύχει, καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπι ξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Οὐ γὰρ ἤκουσε· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἰὼβ, καὶ ἕτεροι πλεῖστοι, ∆αβίδ τε καὶ Σαμουήλ. Ἐν δὲ τῇ Νέᾳ ∆ια θήκῃ, οἷος Πέτρος ἦν, καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς ἄνθρωπος τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς παρα τροπῆς τῶν ἐντολῶν τούτων καὶ πασῶν τίσει δίκας. Κα θὼς καὶ ὁ Κύριος ἐντοῖς Εὐαγγελίοις δηλοῖ λέγων· Ὁ ἀγα πῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα