1

 2

 3

 4

 5

 6

 7

5

Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Ὥσπερ γὰρ χρυσὸς κατασκοπεῖται μὲν ἀδιαλείπτως ὑπὸ τῶν κλεπτῶν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἁρπάζεται δὲ ἀπροσ δοκήτως, καὶ οὐ γινώσκεις· ὅρα μή σε πλανήσῃ ὁ ἐχθρὸς τῇ τοῦ προπάτορος ἁμαρτίᾳ, καὶ τὸ τάχος σε ἐκβάλῃ τοῦ παραδείσου τῆς τρυφῆς. Ὁ γὰρ τὸν Ἀδὰμ τῇ τῆς βρώσεως κλοπῇ ὑφελκύσας τῆς ζωῆς, προσδοκήσας τε καὶ Ἰησοῦν ὑποσκελίζειν, οὐκ ἐντραπήσεται πολλῷ μᾶλλον καὶ σοὶ κεράσαι τὸ πρῶ τον αἴτιον τῶν κακῶν, ἰσχυρὸν δηλητήριον τοῦτο γινώσκων. Τὸ γὰρ τῆς γαστριμαργίας πάθος οὐκ ἐν πλήθει βρωμάτων τὴν ἰδίαν ἰσχὺν ἐπιδείκνυσθαι πέ φυκεν, ἀλλ' ἐν ἐπιθυμίᾳ καὶ μικρᾷ γεύσει. Εἰ τοίνυν ἐπιθυμία βραχείας τινὸς γεύσεως ἰσχύσει σε ὑποβάλλειν τῷ τῆς γαστριμαργίας πάθει, ἀκαμάτως σε τῷ θανάτῳ παραδώσει. Ὥσπερ γὰρ φύσις τις ὕδατος πολλοῖς ὁλκοῖς προσδιαιρουμένη πάντα τὸν περὶ τοὺς ὁλκοὺς τόπον θάλλειν παρασκευάζει· οὕτω καὶ τὸ τῆς γαστριμαργίας πάθος, εἰ ἀναδοθῇ σου τῇ καρδίᾳ, πάσας σου τὰς αἰσθήσεις ποτίζον, ὕλην κα κίας ἐν σοὶ καταφυτεῦσαν, θηρίων κατοικητήριον τὴν σὴν ψυχὴν καταστήσει. Πολλοὺς γὰρ ἐγὼ πάθεσι κρα τηθέντας εἶδον ἐν ὑγείᾳ γενομένους, ἕνα δὲ ἐκ πάν των λαθροφάγον, ἢ γαστρίμαργον οὐκ εἶδον, ἀλλ' ἢ ἀποῤῥαγέντας τοῦ ἐγκρατοῦς βίου, καὶ τῷ κόσμῳ διαφθαρέντας, ἢ τοῖς ἐγκρατέσιν ἐναποκρύπτεσθαι πειρωμένους, καὶ τῷ διαβόλῳ τῇ ἡδυπαθείᾳ συνασπι ζομένους. Ψεῦσται γάρ εἰσιν οὗτοι, πολύορκοι, ἐπί ορκοι, ἀντιστάται, ἀντιπλῆκται, ἀνακράκται, ἀρ νησίφαγοι, ἀνελεύθεροι, ἁβροδίαιτοι, μεμψίμοιροι, ἐρευνηταὶ, σκοτεινοχαρεῖς, πάσης τῆς ἐναρέτου πο λιτείας ἀντεργάται ἑκούσιοι.

Ἵνα γὰρ τὸ τῆς γαστρι μαργίας πάθος σκεπάσωσι, τῷ ἐσμῷ τῶν κακῶν πε ριπίπτουσιν· οἵτινες τῷ μὲν σχήματί εἰσιν ἐν τοῖς σωζομένοις, τοῖς δὲ πράγμασιν ἐν τοῖς κατακεκρι μένοις. Αὕτη τὸν Ἀδὰμ θανάτῳ παρέδωκε, καὶ τῷ κό σμῳ συντέλειαν ἐπήγαγε διὰ τὴν τῆς γαστρὸς ἡδονήν. Νῶε γελᾶται, Χὰμ κεκατήραται, Ἡσαῦ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τοῖς Χαναναίοις ἐπιγαμβρεύε ται, Λὼτ θυγατρόγαμος γίνεται, γαμβρὸς ἑαυτοῦ καὶ πενθερός· ὁ πατὴρ ἀνὴρ, καὶ ὁ πάππος πατὴρ, ἑκα τέρωθεν τοὺς ὅρους τῆς φύσεως ἐνυβρίζων. Αὕτη καὶ τὸν Ἰσραὴλ εἰδώλου προσκυνητὴν ἐποίησε, καὶ 31.641 τούτων τὰ κῶλα ἐν τῇ ἐρήμῳ πεσεῖν παρεσκεύασεν. Αὕτη καί τινα τῶν προφητῶν, ἐπὶ ἐλέγχῳ ἀνοσιουρ γοῦ βασιλέως ἀπὸ Θεοῦ ἀποσταλέντα, ἀγρίου θηρὸς βορὰν πεποίηκε· καὶ ὃν οὐκ ἴσχυσεν Ἱεροβοὰμ ὁ βα σιλεὺς σὺν πάσῃ τῇ βασιλικῇ δυνάμει ἀμύνασθαι, τῇ τῆς γαστρὸς ἀπάτῃ ληφθεὶς, ἐλεεινὸν θάνατον ἀπο φέρεται. ∆ανιὴλ δὲ ὁ ἐπιθυμιῶν ἀνὴρ, κρατήσας γα στρὸς, βασιλείας Χαλδαίων κατεκυρίευσεν, εἰδώλων καθαιρέτης γενόμενος, καὶ δράκοντος ἀναιρέτης, λεόντων παιδαγωγὸς, ἐνανθρωπήσεως Θεοῦ προαγο ρευτὴς, καὶ μυστηρίων ἀποκρύφων ἐξηγητής. Γαστρὸς ἡδονῆς ἀνώτεροι φανέντες οἱ τρεῖς ἅγιοι παῖδες, ὀργῆς βασιλικῆς ὑπερεφρόνησαν, καὶ τῆς φοβερᾶς ἐκείνης καμίνου τῆς καιομένης, ἣν ἴσχυσεν ἀνάψαι Ναβουχο δονόσορ ὁ βασιλεὺς, ἀπτοητὶ κατετόλμησαν. Εἰκόνα χρυσῆν θεοποιουμένην ἀργὴν ἀπέδειξαν· καὶ τὴν ἐν πολλῷ χρόνῳ κατασκευασθεῖσαν ὑπὸ τοῦ Σατανᾶ ἐφ' ὕβρει τῆς τοῦ Θεοῦ δόξης, λάφυρα λαβόντες, τῷ ἰδίῳ ∆εσπότῃ προσενηνόχασιν. Αὐτὸν τὸν ἔχθιστον βασιλέα, καὶ ἅπαν τὸ κατὰ τοῦ Θεοῦ στρατόπεδον σὺν πάσῃ τῇ κτίσει ὑμνῳδεῖν τὸν Θεὸν παρεσκεύασαν. Καὶ, ἵνα πάντα συνελὼν εἴπω, εἰ κρατήσεις γαστρὸς, οἰκήσεις τὸν παράδεισον· εἰ δὲ οὐ κρατήσεις, γέγονας θανάτου παρανάλωμα. Γενοῦ πιστὸς θησαυρὸς τῶν ἀρετῶν, καὶ ἔχε κλεῖδα τὴν τοῦ πνευματικοῦ σου πατρὸς γλῶσσαν. Αὕτη σου ἀνοιγέτω τὸ στόμα πρὸς μετάληψιν ἄρτου, καὶ αὕτη ἀποκλειέτω. Μὴ παραδέξῃ σύμβουλον τὸν ὄφιν, ἀντὶ καλῆς συμβουλίας συλαγωγῆσαί σε θέλοντα. Μέχρι γεύσεως γλώσσης φυλάττου λαθροφαγίας ἁμαρτίαν. Εἰ γάρ σε ἐν μικρῷ τρέψαι ἰσχύσει, ἔβαλέ σε τῇ πάλῃ, καὶ συνέχει σε τοῖς δεσμοῖς. Μὴ ὕπεχε τὰ ὦτά σου παντὶ λαλοῦντι, καὶ μὴ