1

 2

 3

 4

 5

 6

 7

7

ἐάσῃς τὰ ἐπιβάλλοντά σοι ἔργα ἕτερον ποιῆσαι, ἵνα μὴ καὶ ὁ μισθὸς, ἀρθεὶς ἀπὸ σοῦ, ἑτέρῳ δοθῇ, καὶ ἐν τῷ σῷ πλούτῳ ἄλλος δοξασθῇ, σοῦ τα-πεινουμένου.

Ποίει τὰ ἔργα τῆς διακονίας σου εὔσχημα καὶ ἐπιμελῆ, ὡς τῷ Χριστῷ διακονῶν. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Φοβοῦ τὴν ἐκ περιττοῦ καὶ περιφρονήσεως παράχρησιν, κἂν εὐτελῆ δοκῇ εἶναι τὰ ἐν χερσί σου διακονήματα, ὡς Θεοῦ ἐποπτεύοντος. Μέγα τὸ τῆς διακονίας ἔργον, καὶ βασιλείας οὐρανῶν πρόξενον. Σαγήνη γάρ ἐστι τῶν ἀρετῶν, πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῇ φέρουσα· καὶ πρῶτον μὲν πάντων τὴν πανάρετον ταπείνωσιν, ἐπιφερομένην τὸν ἐσμὸν τῶν ἀγαθῶν· ἔπειτα τὸ, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος, καὶ ἀσθενὴς, καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Καὶ μάλιστα ὅταν τὸ χρεωστούμενον ἐκτελῆται ἐν ταπεινῷ τῷ φρονήματι, ἐπάρσεως χωρὶς, ὀργῆς τε καὶ γογγυσμοῦ. Γίνου ζηλωτὴς τῶν ὀρθῶς βιούντων, καὶ τούτων τὰς πράξεις ἔγγραφε τῇ σῇ καρδίᾳ. Εὔχου γενέσθαι τῶν ὀλίγων. Σπάνιον γὰρ τὸ ἀγαθόν· διὸ καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μὴ πάντας λογίζου σώζεσθαι τοὺς ἐν τῇ κέλλῃ, φαύλους τε καὶ χρηστούς. Οὐ γὰρ οὕτως ἔχει. Πολλοὶ γὰρ προσέρχονται τῷ ἐναρέτῳ βίῳ, ὀλίγοι δὲ τὸν ζυγὸν αὐτοῦ καταδέχονται. Βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Εὐαγγελικὸς ὁ λόγος. Βίαν ἐκάλεσε τὴν τοῦ σώματος καταπόνησιν, ἣν ὑπομένουσιν ἑκουσίως οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐν τῇ ἀρνήσει τῶν οἰκείων θελημάτων καὶ τῆς ἀναπαύσεως τῆς τοῦ σώματος, φυλακῇ δὲ πασῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Εἰ τοίνυν βούλει ἁρπάσαι τὴν βασιλείαν τοῦ Θεοῦ, γενοῦ βιαστής· ὑπόζευξόν σου τὸν αὐχένα τῷ ζυγῷ τῆς δουλείας τοῦ Χριστοῦ. 31.648 Σφίγξον τὴν ζεύγλην περὶ τὸν τράχηλόν σου· θλιβέτω αὐτὸς τὸν σὸν αὐχένα· λέπτυνον αὐτὸν τῷ πόνῳ τῶν ἀρετῶν, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν ὑποταγῇ, ἐν ἡσυχίᾳ, ἐν ψαλμῳδίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν χειρεργίῳ, ἐν ὑπομονῇ πάσης θλίψεως ἐπερχομένης σοι ἔκ τε δαιμόνων καὶ ἀνθρώπων Μή σε πεισάτω τῷ χρόνῳ ἐνδοῦναι τοῖς πόνοις λογισμὸς ὑψηλόφρων, ἵνα μή που, πρὸς ταῖς θύραις τῆς ἐξόδου γυμνὸς ἀρετῶν καταληφθεὶς, ἔξω τῶν πυλῶν τῆς βασιλείας εὑρεθῇς.

Μή σε βαθμὸς κλήρου ἐπαιρέτω, ἀλλὰ μᾶλλον ταπεινούτω. Προκοπὴ γὰρ ψυχῆς, προκοπὴ ταπεινώσεως· ὑστέρησις δὲ καὶ ἀτιμία, ἐξ ὑψηλοφροσύνης τίκτεται. Ὅσον ἐγγίζειν σε τῶν ἱερατικῶν βαθμῶν τοῖς μείζοσι συμβαίη, τοσοῦτον ταπείνου σεαυτὸν, δεδοικὼς τὸ ὑπόδειγμα τῶν υἱῶν Ἀαρών. Ἐπίγνωσις θεοσεβείας, ἐπίγνωσις ταπεινώσεως καὶ πραότητος. Ταπείνωσις, Χριστοῦ μίμησις· ἔπαρσις δὲ καὶ παῤῥησία καὶ ἀναίδεια, τοῦ διαβόλου μίμημα. Γίνου μιμητὴς Χριστοῦ, καὶ μὴ ἀντιχρίστου· Θεοῦ, καὶ μὴ ἀντιθέου· ∆εσπότου, καὶ μὴ δραπέτου· ἐλεήμονος, καὶ μὴ ἀνηλεοῦς· φιλανθρώπου, καὶ μὴ μισανθρώπου· τῶν τοῦ νυμφῶνος, καὶ μὴ τῶν τοῦ σκότους. Μὴ σπεύσῃς κελεῦσαι ἀδελφότητι, ἵνα μὴ ἐπιθήσεις ἀλλοτρίους φόρτους ἁμαρτημάτων ἐπὶ σῷ τραχήλῳ. Ἑκάστης ἡμέρας ἐργασίαν ἐπισκεπτόμενος, σύμβαλε τῇ πρὸ αὐτῆς, καὶ σπεῦδε πρὸς τὴν βελτίωσιν. Πρόκοπτε ταῖς ἀρεταῖς, ἵνα ἐγγὺς γένῃ τῶν ἀγγέλων. Ἐγχρόνιζε τῇ κέλλῃ οὐχ ἡμέρας οὐδὲ μῆνας, ἀλλὰ πολλῶν ἐτῶν περιόδους ἀνυμνῶν σου τὸν ∆εσπότην ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μιμούμενος τὰ χερουβίμ. Ἂν οὕτως ἄρξῃ, οὕτω δὲ καὶ τελέσῃς, τὴν τεθλιμμένην ὁδεύσας ὁδὸν ἐν τῷ βραχεῖ σου χρόνῳ τῆς ἀσκήσεως, Θεοῦ χάριτι εἰσελεύσῃ εἰς τὸν παράδεισον ἐν φαιδρότητι λαμπάδος τῆς ψυχῆς, Χριστῷ συναγαλλόμενος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.