1
Adversus eos qui non adfuerant
63.477 Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας πρὸς τοὺς ἀπολειφθέντας· καὶ ἀπό δειξις περὶ τῶν ἀγώνων καὶ ἄθλων
τοῦ μακαρίου καὶ δικαίου Ἰώβ.
αʹ. Ὅσῳ ἐλάττους τῶν εἰωθότων οἱ συνελθόντες, τοσούτῳ καὶ ἡμεῖς μείζονι χρησόμεθα τῇ προθυμίᾳ. Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν τὴν τράπεζαν, ἵνα τῇ, πείρᾳ μαθόντες τὴν ζημίαν οἱ μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται ταύτας. ∆ιὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις· οὕτω γὰρ διπλοῦν ὑμῖν ἔσται τὸ κέρδος· τοῖς τε γὰρ ἀπολειφθεῖσι διαβιβάζοντες τὰ λεγόμενα, σπουδαιοτέρους αὐτοὺς ἐργάσεσθε, τήν τε ὑμετέραν ψυχὴν φιλοσοφωτέραν κατασκευάσετε. Καθάπερ γὰρ τῆς γῆς ἡ φύσις ἀμελουμένη μὲν, βοτάνας ἐκφέρει πονηρὰς, συνεχῶς δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν, ὥριμον δίδωσι τὸν καρπόν· οὕτω δὴ καὶ ἀνθρώπου ψυχὴ, ἡ μὲν ἐν ῥᾳθυμίᾳ κειμένη, πλημμελημάτων ἀκάνθας τίκτει· ἡ δὲ ἀπολαύουσα προνοίας, κομῶντα τῆς ἀρετῆς φέρει τὸν καρπόν. ∆ιὸ καί τις σοφὸς παραινεῖ λέγων· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἀνὴρ ἐνδεὴς φρενῶν· ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει. Ἵν' οὖν μὴ τοῦτο γίνηται νῦν, συνεχῶς τοῦ λόγου τὴν δρεπάνην μεταχειρίζομεν· κἂν μέν τι πονηρὸν βλαστάνῃ, διηνεκῶς ἐκκόπτομεν· ἂν δέ τι ὥριμον καὶ καρπὸν ἔχον, τρέφομέν τε καὶ ἀρδεύομεν, καὶ πρὸς ἀκμὴν ἄγομεν, συνεχῆ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι. ∆ιπλῆς γὰρ δεόμεθα προνοίας, μᾶλλον δὲ καὶ τριπλῆς· μιᾶς μὲν, ἵνα ἀπαλλαγῶμεν κακίας· ἑτέρας δὲ, ἵνα κτησώμεθα ἀρετήν· μετὰ δὲ ταῦτα, ἵνα τὴν κτηθεῖσαν διαφυλάξωμεν· ἔνθα καὶ πολλοῦ δεῖ μάλιστα πόνου· ἐπειδὴ καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ τοῖς ἡμετέροις βασκαίνων καλοῖς, τοῖς κατωρθωκόσιν ἐπιτίθεται μειζόνως· καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα 63.478.20 παρατρέχουσιν, εἰ δέ που φόρτον ἴδοιεν ἔχοντα πολυτελῆ καὶ πλοῦτον ἐναποκείμενον, τούτοις ἐπιτίθενται, διατιτρῶντες κάτωθεν, προσβάλλοντες ἄνωθεν, πᾶσαν κινοῦντες μηχανήν· οὕτω δὴ καὶ ὁ διάβολος τοῖς μάλιστα πολλὴν συναγηοχόσι τὴν ἀρετὴν προσβάλλειν εἴωθεν καὶ φθονεῖν καὶ ἐπιβουλεύειν. Τοσοῦτοι γοῦν ἦσαν ἄνθρωποι κατὰ τὴν οἰκουμένην ἐπὶ τοῦ Ἰὼβ, καὶ πρὸς ἐκεῖνον μόνον ἀπεδύσατο, καὶ τὰ μηχανήματα αὐτοῦ πάντα ἐκίνησεν· ἀλλ' ὅμως οὐκ ἴσχυσε ποιῆσαι ναυάγιον, ἀλλὰ καὶ πλείονα τὸν φόρτον εἰργάσατο καὶ μείζονα τὴν ἐμπορίαν. Τοιοῦτον γὰρ ἡ ἀρετή· βαλλομένη δυνατωτέρα γίνεται, καὶ ἐπιβουλευομένη ἀσφαλεστέρα καθίσταται. Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο· ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε, καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν. Οὔτε τοίνυν κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης καὶ πανωλεθρίας γενομένης διεταράχθη καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον· μᾶλλον δὲ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ