1
De consubstantiali
Πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ'
αὐτοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, οὐδὲ δι' ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Ἀπὸ τοῦ περὶ ἀκαταλήπτου, καὶ
ἀκολούθως. Λόγος ἕβδομος. 48.755 αʹ. Πάλιν ἱπποδρομίαι, καὶ πάλιν ὁ σύλλογος ἡμῖν ἐλάττων γέγονε· μᾶλλον δὲ ἕως ἂν ὑμεῖς παρῆτε, οὐκ ἂν γένοιτο ἐλάττων. Ὥσπερ γὰρ γεωργὸς, εἰ τὸν σῖτον ἀκμάζοντα καὶ ἀπηρτισμένον ἴδοι, οὐ πολὺν ποιεῖται λόγον τῶν φύλλων καταπιπτόντων· οὕτω δὴ καὶ ἐγὼ νῦν, τοῦ καρποῦ παρόντος ἡμῖν, οὐ τοσαύτην ποιοῦμαι τὴν ὀδύνην, τὰ φύλλα ἀναρπαζόμενα 48.756 βλέπων. Ἀλγῶ μὲν γὰρ καὶ διὰ τὴν ῥᾳθυμίαν ἐκείνων, παραμυθεῖται δὲ ὅμως τὴν ἐπ' ἐκείνοις ἀλγηδόνα τῆς ὑμετέρας ἀγάπης ἡ προθυμία. Ἐκεῖνοι μὲν γὰρ κἂν παραγένωνταί ποτε, οὐδὲ τότε πάρεισιν, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῖς ἐνταῦθα ἵδρυται, ἡ διάνοια δὲ ἔξω πλανᾶται· ὑμεῖς δὲ κἂν ἀπολειφθῆτέ ποτε, καὶ τότε πάρεστε· τὸ μὲν γὰρ σῶμα ὑμῖν ἔξω, ἡ διάνοια δὲ ἐνταῦθα. Ἐβουλόμην μὲν οὖν μακρὸν κατ' ἐκείνων ἀποτεῖναι λόγον, ἀλλ' ἵνα μὴ δόξω σκιαμαχεῖν, ἐπιτιμῶν τοῖς μὴ παροῦσι μηδὲ ἀκούουσι, τούτους εἰς τὴν ἐκείνων παρουσίαν τηρήσας τοὺς λόγους, τὴν 48.757 ὑμετέραν ἀγάπην ἐπὶ τὸν συνήθη λειμῶνα καὶ τὸ πέλαγος τῶν θείων Γραφῶν κατὰ τὴν θείαν χάριν ὁδηγῆσαι πειράσομαι. Ἀλλὰ διανάστητε, καὶ γρηγορεῖτε· ἐπὶ μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾖ μόνος, οὐδείς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν μυριάκις ὁ λέγων νήφῃ, οἱ δὲ ἀκούοντες μὴ τὴν αὐτὴν ἀγρυπνίαν ἐπιδείκνυνται, καταποντισθεὶς ἡμῖν ὁ λόγος οἰχήσεται, οὐχ εὑρὼν διάνοιαν τὴν ὑποδεξαμένην αὐτόν. ∆ιὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι· καὶ γὰρ ὑπὲρ μειζόνων ἡμῖν ἡ ἐμπορία· οὐδὲ γὰρ ὑπὲρ χρυσίου καὶ ἀργυρίου καὶ τῶν ἀπολλυμένων πραγμάτων πλέομεν, ἀλλ' ὑπὲρ τῆς μελλούσης ζωῆς, καὶ τῶν ἐν οὐρανοῖς θησαυρῶν, καὶ πλείους ἐνταῦθα αἱ ὁδοὶ τῶν ἐν τῇ θαλάσσῃ καὶ τῶν ἐν τῇ γῇ· κἂν μὴ μετὰ ἀκριβείας τις αὐτὰς εἰδῇ τεμεῖν, ναυάγιον ὑποστήσεται χαλεπώτατον. Πάντες τοίνυν ὑμεῖς οἱ μεθ' ἡμῶν πλέοντες, μὴ τὴν τῶν ἐπιβατῶν ἄδειαν, ἀλλὰ τὴν τῶν κυβερνητῶν ἀγρυπνίαν ἐπιδείκνυσθε καὶ φροντίδα· καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ