1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο· εἰ δέ ποτέ τι ταπεινὸν καὶ ἀνθρώπινον, προσέτρεχον καὶ τὸν λόγον ἐδέχοντο. Καὶ ποῦ τοῦτο ἔστιν ἰδεῖν; φησί. Παρὰ τῷ Ἰωάννῃ μάλιστα· εἰπόντος γὰρ αὐτοῦ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη, λέγουσι· Τεσσαράκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ὁρᾷς ὅτι ὡς περὶ ἀνθρώπου ψιλοῦ διέκειντο; Τί οὖν αὐτός; Πρὸ τοῦ τὸν Ἀβραὰμ γενέσθαι, φησὶν, ἐγώ εἰμι. Καὶ ἦραν λίθους, ἵνα βάλλωσιν ἐπ' αὐτόν. Καὶ ὅτε περὶ τῶν μυστηρίων μακροὺς ἐπέτεινε λόγους, λέγων, Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἡ σάρξ μου ἐστὶν, ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Τί οὖν ἔδει ποιεῖν; εἰπέ μοι· τοῖς ὑψηλοτέροις ἐνδιατρίβειν ῥήμασι διηνεκῶς, ὥστε ἀποσοβῆσαι τὴν θήραν, καὶ πάντας ἀποκρούσασθαι τῆς διδασκαλίας; Ἀλλ' οὐκ ἦν τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ γὰρ πάλιν ἐπειδὴ εἶπεν, Ὁ τὸν λόγον μου ἀκούων, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα, ἔλεγον, Οὐ καλῶς ἐλέγομεν, ὅτι δαιμόνιον ἔχεις; Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, ὅτι Ὁ τὸν λόγον μου ἀκούων οὐ μὴ γεύσηται θανάτου; Καὶ τί θαυμαστὸν εἰ τὸ πλῆθος οὕτω διέκειτο, ὅπου γε καὶ αὐτοὶ οἱ ἄρχοντες ταύτην εἶχον τὴν γνώμην; Ὁ γοῦν Νικόδημος ἄρχων αὐτὸς ὢν, καὶ μετὰ πολλῆς τῆς εὐνοίας πρὸς αὐτὸν ἐλθὼν καὶ εἰπὼν, Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τὸν περὶ τοῦ βαπτίσματος οὐκ ἠδυνήθη δέξασθαι λόγον, πολλῷ μείζονα τῆς ἀσθενείας ὄντα τῆς ἐκείνου· εἰπόντος γὰρ τοῦ Χριστοῦ, ὅτι Ἂν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· οὕτως εἰς ἀνθρωπίνας κατέπεσεν ὑπονοίας, καί φησι, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Τί οὖν ὁ Χριστός; Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; μονονουχὶ ἀπολογούμενος καὶ λέγων, τίνος ἕνεκεν οὐ συνεχῶς αὐτοῖς περὶ τῆς ἄνω γεννήσεως διελέγετο. Πάλιν παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρὸν μετὰ τὰ μυρία σημεῖα, μετὰ τὴν πολλὴν ἐκείνην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως, ἵνα εἴπῃ, ὅτι Ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, οὐκ ἐνεγκὼν τὸ λεχθὲν ὁ ἀρχιερεὺς, διέῤῥηξεν αὑτοῦ τὰ ἱμάτια. Πῶς οὖν τούτοις διαλέγεσθαι ἔδει, τοῖς οὐδὲν τῶν ὑψηλῶν φέρουσιν; Ὅτι γὰρ ὅλως οὐκ εἶπέ τι μέγα καὶ ὑψηλὸν περὶ ἑαυτοῦ, οὐ θαυμαστὸν ἀνθρώποις χαμαὶ συρομένοις, καὶ οὕτως ἀσθενῶς ἔχουσιν. δʹ. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα δεῖξαι, ὅτι αὕτη ἡ αἰτία καὶ ἡ πρόφασις ἦν τῆς τῶν τότε λεγομένων εὐτελείας· ἐγὼ δὲ καὶ ἀπὸ θατέρου μέρους τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Ὥσπερ γὰρ αὐτοὺς εἴδετε σκαν 48.761 δαλιζομένους, θορυβουμένους, ἀποπηδῶντας, λοιδορουμένους, φεύγοντας, εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν ἐφθέγξατο ὁ Χριστὸς, οὕτως ὑμῖν αὐτοὺς δεῖξαι πειράσομαι προστρέχοντας, καὶ καταδεχομένους τὴν διδασκαλίαν, εἴ ποτέ τι ταπεινὸν καὶ εὐτελὲς εἶπεν. Αὐτοὶ γὰρ, αὐτοὶ οἱ ἀποπηδῶντες, εἰπόντος αὐτοῦ πάλιν, ὅτι Ἀπ' ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου λαλῶ, εὐθέως προσέδραμον. Καὶ βουλόμενος ἡμῖν ἐνδείξασθαι ὁ Εὐαγγελιστὴς, ὅτι διὰ τὴν ταπεινότητα τῶν ῥημάτων ἐπίστευσαν, ἐπισημαίνεται λέγων· Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Καὶ ἀλλαχοῦ πολλαχοῦ τοῦτο εὕροι τις ἂν οὕτω συμβαῖνον. ∆ιὰ τοῦτο πολλὰ καὶ πολλάκις ἀνθρωπίνως ἐφθέγγετο, καὶ πάλιν οὐκ ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, καὶ τῆς εὐγενείας ἄξια τῆς ἑαυτοῦ, τὸ μὲν τῇ τῶν ἀκουόντων συγκαταβαίνων ἀσθενείᾳ, τὸ δὲ τῆς τῶν δογμάτων προνοῶν ὀρθότητος. Ἵνα γὰρ μὴ ἡ συγκατάβασις διαπαντὸς γινομένη εἰς τὴν περὶ τῆς ἀξίας αὐτοῦ δόξαν