1
De jejunio et eleemosyna
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ. 48.1059 Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνωσις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεὶ, ἐὰν ἀναγινώσκῃς μὲν, μὴ ποιῇς δὲ, γίνεταί σοι εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ γόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοὴ, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ. Τί οὖν συνήγαγες, ἀδελφὲ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ' εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημὶ, μαστίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις; 48.1060 Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥᾳθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῗται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρὶς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφὲ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφὲ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ' ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ 48.1061 γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξατο, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι