1

 2

 3

2

γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύοντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. ∆ὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν ∆εσπότην χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν διδόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμβάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ ∆εσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πεινῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτηρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μεταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; ∆ὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυλάττει σοι αὐτὰ ὁ ∆εσπότης. Οὐχ ὁρᾷς τοὺς γηπόνους τί ποιοῦσιν; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπόρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ ∆εσπότης οὐ δύναται ποιῆσαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενοδόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας ὑπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τί λέγεις; Πένης εἰμὶ καὶ οὐκ ἔχω χρήματα. ∆ύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. ∆ιὰ τοῦτο ἔλεγεν, Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρεμώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. ∆ιὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν; ἀλλ' ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεημοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ἐὰν ἔλθῃ ὁ θάνατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαποστέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παραστῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συνήγορος; Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτὸ, ὡς ἐλεημοσύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτάς. Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ48.1062 θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλωμένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριὴλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος