1
Epistula ad monachos
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρὸς μοναχοὺς
Φησὶν ὁ θεῖος ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε χωρὶς ὀργῆς καὶ
διαλογισμῶν· πᾶς γὰρ λογισμὸς χωρίζων νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ἀλλ' ὅλος διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν· ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου τοῦτό ἐστιν, ἵνα ἀποχωρίσῃ καὶ ἀποβουκολήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρῃ φροντίδας καὶ ἡδονάς· ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους ἢ καὶ ἀλόγους ἐννοίας, αἷς οὐ προσέχειν ὅλως προσήκει.
Ὅλος δὲ ὁ ἀγὼν τῆς ψυχῆς ἐστι τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφρονεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ παντομώμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα. Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἐν ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖν βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πλάνης εἰσὶ διαβολικῆς. Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ὅπου τὸ σῶμα ἵσταται ἐκεῖ καὶ ὁ νοῦς ἔστω, ἵνα μέσον τοῦ Θεοῦ καὶ τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ὡς μεσότοιχον ἢ ὡς φραγμὸς ἐπισκοτῶν τὴν καρδίαν καὶ χωρίζων ἀπὸ τοῦ Θεοῦ.
Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Σχολάσατε τοίνυν διὰ παντὸς καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς καὶ μηδὲν ἕτερον ζητήσητε ἢ μόνον ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ. Ζητεῖτε καὶ βοᾶτε ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατόν, καὶ ὅλην τὴν νύκτα τό· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς. Παρακαλῶ οὖν ὑμᾶς βιάσασθε τὸν νοῦν ὑμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου. Πολλῆς γὰρ βίας χρῄζει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζετε τὰς καρδίας ὑμῶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε καὶ φυλάττετε αὐτὴν μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ· καὶ μηδὲν ἕτερον ἐννοεῖτε ἢ ἵνα μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν. Παρακαλῶ οὖν ὑμᾶς τὸν κανόνα ταύτης τῆς προσευχῆς μηδέποτε καταπαύσητε, ἀλλ' εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε ὁδεύετε εἴτε τι ποιεῖτε ἀδιαλείπτως κράζετε· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς, ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρεθίσῃ πρὸς πόλεμον τῶν ἐχθρῶν. Πάντα γὰρ διὰ τῆς μνήμης ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχὴ εἴτε πονηρὰ εἴτε ἀγαθά, πρότερον δὲ τὰ κακὰ ἔχει ἰδεῖν ἔσω ἐν τῇ καρδίᾳ καὶ τότε τὰ καλά.
Ἡ γὰρ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι. Ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐν ἡμῖν οἰκοῦσαν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι. Ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος· κατερχόμενον γὰρ τὸ μέρος τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν βυθὸν τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς