In occursum domini

 κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχο

 ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητε

 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τ

 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς

κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχος γέγονεν; Μὴ ἆρα ὁ Ἡσαῦ ἅγιος, ὁ πολέμιος καὶ μαχαίρας κληρονόμος, ἐπειδὴ καὶ οὗτος τῆς μητρικῆς νηδύος πρῶτος ἐξέπεσεν; Μὴ ἆρα ὁ Ῥουβὴμ ἅγιος, ὁ τὴν πατρικὴν κοίτην ὑβρίσας καὶ κατάρας ἀπόφασιν ἀναζέσας, ἐπειδὴ καὶ οὗτος τῆς πολυγόνου κοιλίας τῆς Λίας πρῶτος ἐξῆλθεν; Οὐδεὶς τούτων ἅγιος, πάντες οὗτοι ἐν ἐπιτιμίοις. Ἐξ ὧν δείκνυται ὅτι εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, κατὰ τὸν Γαβριὴλ τὸν εἰρηκότα πρὸς τὴν παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. Ἔστι δὲ πάντως εἰπεῖν τινα τῶν ἀντιλεγόντων, ὅτι εἰ τοίνυν εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, οὐκ ἔμεινεν ἡ παρθένος παρθένος.

Ἐφώνησε γὰρ ἡ γραφὴ ὅτι Πᾶν ἄρρεν διανοῖγον μήτραν· ἀνέῳκτο πάντως ἡ παρθενικὴ μήτρα, εἰ εἰς τὸν κύριον τὴν ἀναφορὰν κέκτηται. Ἄκουε συνετῶς· πρὸς μὲν τὴν παρθενικὴν φύσιν οὐδ' ὅλως αἱ παρθενικαὶ πύλαι ἠνεῴχθησαν βουλήσει τοῦ ἀρτίως κυοφορηθέντος κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ κυρίου, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη. Ὡς πρὸς τὴν παρθενικὴν τοίνυν φύσιν οὐδ' ὅλως ἠνεῴχθησαν αἱ παρθενικαὶ πύλαι· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος δεσπότου οὐδὲν κέκλεισται τῷ κυρίῳ, ἀλλὰ πάντα ἠνέῳκται. Οὐδὲν τὸ παρεμποδίζον, οὐδὲν τὸ παρενοχλοῦν· πάντα τῷ κυρίῳ ἠνέῳκται. Ὅθεν καὶ αἱ ἄνω ὑπέρταται δυνάμεις ταῖς κάτω παρεγγυῶσαι κεκράγασι λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία, ἡ ἀληθὴς παρθενία, ἐπειδή ἐστι καὶ ἐν παρθενίᾳ διαφορά· αἱ μὲν νυστάξασαι, αἱ δὲ γρηγορήσασαι. Θαυμαστὸς καὶ ὁ γάμος, ὁ ἀληθὴς γάμος καὶ τίμιος· πολλοὶ γὰρ ἐφύλαξαν καὶ πολλοὶ παρεσάλευσαν. Θαυμαστὴ δὲ καὶ ἡ χηροσύνη· καλὸν γὰρ τῶν τριῶν ταγμάτων ἀπομνημονεῦσαι. Καί, ὡς προεῖπον, θαυμαστὴ καὶ ἡ χηροσύνη, ἡ ὄντως χηροσύνη, ἡ τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα· οἵα γέγονεν ἡ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα Ἄννα ἡ προφῆτις, ἡ καλῶς γηράσασα καὶ ὡς ἀετὸς ἀνακαινισθεῖσα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἥτις ἐν νηστείαις καὶ δεήσεσιν ἐλάτρευεν ἐν τῷ ἱερῷ νύκτα καὶ ἡμέραν. Εἶδες ἐν τίσιν καὶ οἵα ἡ χήρα Ἄννα ἐν τοῖς θείοις εὐαγγελίοις ἐγκεκαλλώπισται; Ὄντως ἄννα ἡ Ἄννα· συνέδραμεν τῇ τῶν τρόπων εὐδοξίᾳ ἡ τοῦ ὀνόματος προσηγορία. Ἀκουέτωσαν αἱ γυναῖκες καὶ ζηλούτωσαν τὴν ἔνδοξον Ἄνναν· τὸν ὅμοιον δρόμον τρεχέτωσαν, ἵνα τῶν ἴσων στεφάνων ἀπολαύσωσιν. Μηδεὶς ἀπροστασίαν προφασίσηται, ἵνα μὴ τὴν ἁγνείαν τῆς μονογαμίας ἀποσείσηται. Στέφανος τῶν χηρῶν ἡ Ἄννα· γυνὴ τὸ σχῆμα, προφῆτις τὸ τάγμα· ἐν χηροσύνῃ διάγουσα, ἐν βασιλείᾳ διατρεφομένη· κεχαλασμένη τὸ σῶμα, νενευρωμένη τὴν ψυχήν· ἐρρυσιδωμένη τὴν ὄψιν, διατεταμένη τὴν φρόνησιν· τῷ γήρᾳ συγκύπτουσα, ὀρθοβατοῦσα τῇ γνώσει· τῇ πολυετίᾳ πεπαλαιωμένη, σφριγῶσα τῇ θεογνωσίᾳ· νηστεύουσα καὶ μὴ ἀδηφαγοῦσα· δεομένη καὶ μὴ ῥεμβομένη· τῷ ἱερῷ σχολάζουσα, ἀλλοτρίους οἴκους μὴ περι τρέχουσα· ψάλλουσα, μὴ φλυαροῦσα· προφητεύουσα, μὴ μυθολο γοῦσα· τὰ θεῖα μελετῶσα, τὰ ἄσεμνα μὴ προξενοῦσα. Ὑπερέβαλεν ἡ Ἄννα τὴν παρὰ τοῦ ἀποστόλου μακαριζομένην χήραν. Ποίαν ταύτην; Ἄκουε Παύλου λέγοντος· Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ δεομένοις

2