1

 2

 3

 4

2

ἐκείνου τιμωρίας δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ' αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε γινώσκοντες οὔτε μὴν γινωσκόμενοι. Ἐν ἀπορρήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως, τίς ὁ Φωκᾶς καὶ 9.120 ὅπου διάγει, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς Ἰουδαῖοι ποτε ἐν τῷ κήπῳ μετὰ Ἰούδα τὸν Κύριον. Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, καὶ συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς λύκοις ὁ ἀρνὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν ἐποιοῦντο τὴν δίαιταν. Ἐπεὶ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαρρεῖν ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ' αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέ λαβον. Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, γνωρίζουσιν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, καὶ ὅτι Φωκᾶν ἐπὶ τιμωρίᾳ ζητοῦσι λαβεῖν· ὅθεν πρὸς τῇ φιλοξενίᾳ καὶ ταύτην ἠξίουν χαρίσασθαι τὴν εὐεργεσίαν, καὶ συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου. Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος, οὐ ταπεινόν τι καὶ ἀγεννὲς ἔπαθεν ἢ ἐφθέγξατο· οὐδὲ τὸν κίνδυνον ἀποδειλιάσας πρὸς φυγὴν ἔβλεψε, καὶ ταῦτα πολλὴν ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν, ὅτι μηδὲ δῆλος ἦν ἔτι αὐτὸς ὢν ὁ παρ' ἐκείνων ἐπιζητούμενος· ἀλλὰ πᾶν τοὐναντίον ἐποίει, ἀνδρίζεσθαι μᾶλλον καὶ οὐχὶ φεύγειν προῃρημένος. Ἀμέλει καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν ἐπινεύει· Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συνεφάψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας εὑρήσω· οὐκ εἰς μακρὰν δὲ τοῦτον, ἀλλ' εἰς τὴν ἐπιοῦσαν καὶ αὐτοῖς ὑμῖν ἐπιδείξω· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς μου ταύτης καταγωγῆς ἀναπαύσασθε. Οὕτω βεβαίαν αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν πράγμασιν ἑαυτὸν καταμερίζει δυσί, τῇ τε δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς ὑμῖν, ἔφη, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον ἤδη τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ' ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ πράγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν 9.122 ἀκοὴν ἀπεπάγησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν αἰδεσθέντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ καὶ ἔτι παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστάζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων ἡ ἐπιχείρησις. Εἶπεν, ἔπεισεν, ἔπαθε καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη. Στύλον καὶ ἔρεισμα τῶν θείων τῆς οἰκουμένης ἐκκλησιῶν, ἐξ ἐκείνου μέχρι τοῦ νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος περιφανέστατος ἐν τοῖς ἀρίστοις ἔχων αὐτὸς τὸ πρωτεῖον. Οὗτος ἐφέλκεται πανδημεὶ πάντας πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ πληρεῖς αἱ λεωφόροι τῶν ἀφ' ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι μὲν οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναός, ὃς καὶ τὸ ἱερὸν ἔχειν τοῦ μάρτυρος ἐκληρώθη σῶμα, θλιβομένων ἄνεσις, κακου μένων ἰατρεῖον, λιμωττόντων τράπεζα. ∆αψιλέστερον γὰρ τρέφει Φωκᾶς νῦν τελευτήσας ἤπερ ἐν Αἰγύπτῳ ζῶν Ἰωσὴφ τὸ πρότερον. Ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Οὕτω πτωχῶν καὶ ἀλητευόντων φῦλα προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ τινὶ κοινῷ ταμιείῳ. Ἀλλ' ἐκεῖ μὲν οὕτως. Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ' ἡμῖν ἱερὸς χωρὸς κατα γώγιον ἑορταζόντων ἐστί. Τίμιος