1

 2

 3

 4

3

γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν. Οὕτω γοῦν καὶ κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστι τῷ μάρτυρι δορυφορία πάνδημος καὶ τιμή, οἶκος τε περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. ∆ιὸ καί, ὡς ὁ λόγος διδάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντίστροφον τῆς μιαρᾶς Ἡρωδιάδος ἑλόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα 9.124 δικαίου, κεφαλὴν τιμίαν εἰς ὕβριν ἐξῄτησεν· οἱ δέ, τιμῆς χάριν καὶ ὠφελείας τῆς ἑαυτῶν, μαρτυρικὴν ἀξίως κεφαλὴν περιεποιήσαντο. Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον διαπλέοντες πόντον, ἀλλὰ καὶ οἱ τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς τοῦ πλοῦ πόνον προσανα παύουσιν, εἰς καινὴν τοῦ μάρτυρος μετέβαλον εὐφημίαν· καὶ διὰ γλώσσης ἐστὶν ὅλως ὁ Φωκᾶς αὐτοῖς ὑπᾳδόμενος, ἐπεὶ καὶ ἐναργῆ παρέχει τῆς βοηθείας τὰ σύμβολα. Πολλάκις γὰρ ὤφθη, νῦν μὲν νύκτωρ προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπινυστάξαντα· ἄλλοτε δὲ πάλιν τοὺς κάλως διατείνων καὶ τῆς ὀθόνης ἐπιμελούμενος καὶ ἀπὸ τῆς πρώρας προοπτεύων τὰ βράχη. Ὅθεν καὶ νόμος ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ ἐπειδὴ τὸν νῦν ἀσώματον σύσσιτον εἶναι καὶ κοινωνὸν τραπέζης ἀμήχανον, μάθετε πῶς ἄρα φιλευσεβὴς λογισμὸς ἐσοφίσατο τὸ ἀδύνατον. Καθ' ἑκάστην γὰρ τὴν ἡμέραν τὴν τῶν ὄψων μερίδα πρὸς ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι. Ταύτην δὲ εἷς τῶν δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ ἄλλοτε ἕτερος· καὶ οὗτος ὁ κλῆρος τῆς ἀγορασίας περιϊὼν ἅπαντας δίδωσι καθ' ἡμέραν τῆς μερίδος τὸν ὠνητήν. Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν ἀφίκωνται, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τοῦ Φωκᾶ, πενήτων εὐεργεσία. Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ περιβλέπτου πένητος τὸν ναόν. Φιλονεικοῦσι δὲ οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ τῆς Ῥωμαίων ἡγεμονίας ἄνδρες φιλευσεβεῖς, θεσμοῖς καὶ νόμοις σύντροφοι, οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θεράποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους ἔφθη τὸ θαῦμα· καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος πρόσοικοι, ὅσοι τε τὸν Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρατείνονται, πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσι καὶ ἐπιτηδεύμασι διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται τὴν ἀγριότητα τῶν τρόπων 9.126 ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι. Εἷς γοῦν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς τὸν στέφανον τῆς κεφαλῆς ἀποθέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτου ἀλαζονικὴ γὰρ καὶ θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλία ἔπεμψεν ἀμφότερα ἀναθήματα διὰ τοῦ μάρτυρος τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος. Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας εὐεργεσίας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ διὰ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ' ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Ἡμεῖς τοίνυν ἐνταῦθα λήξαντες δόξαν τῷ Σωτῆρι Θεῷ προσοίσομεν, οὗ δοῦλοι πιστοὶ τοσαύτης ἠξιώθησαν χάριτος, ὥστε πρὸς πᾶσαν χρείαν καὶ περίστασιν κατὰ τὴν δοθεῖσαν αὐτοῖς δωρεὰν τοὺς ὁμοδούλους εὐεργετεῖν. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν καὶ τὸν τοῦ σώματος χωρισμόν· ὧν ἡ μνήμη μετὰ τοῦ ἔργου καθ'