καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοις τοῖς κοινοβίοις εἰσέρχονται, καὶ διαμένουσι ταπεινοφρονοῦντες καὶ ὑποτασσόμενοι ἕως βαθυτάτης πολιᾶς. Τοσαύτη γὰρ παρ' αὐτοῖς ἡ ὑπακοὴ καὶ ταπείνωσις ἄχρι γήρως, ὅση οὐκ ἂν εὑρεθῇ οὐδὲ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τοῖς ἀποτασσομένοις ἐν τοῖς καθ' ἡμᾶς μοναστηρίοις. Οὐ πρότερον τοίνυν δεχθήσεται ἔσω ἐν τῷ μοναστη ρίῳ ὁ θέλων μονάσαι, πρὶν ἀπόδειξίν τινα καὶ πεῖραν τοῦ πρὸς Θεὸν πόθου καὶ τῆς ταπεινώσεως καὶ μα κροθυμίας διὰ τῆς ἐπιπλεῖστον ὑπακοῆς παράσχῃ. ∆οκιμασθεὶς οὖν ἐν τούτοις, εὐπρόσδεκτος παρ' αὐτοῖς γίνεται, καὶ διδάσκεται τῆς αὑτοῦ περιουσίας μὴ ἔχειν τι τεθησαυρισμένον· ἐπίστανται γὰρ τὸν παρακρατοῦντά τι τῶν ἰδίων μὴ δύνασθαι διαμένειν πολυχρόνιον ἐν τῇ τοῦ μοναστηρίου ὑποταγῇ, καὶ κακου χίᾳ εἰς τέλος ἐγκαρτερεῖν. Ἡνίκα γὰρ οἱαδήποτε πρόφασις ἢ θλίψις τὴν αὐτοῦ κινήσει διάνοιαν, εὐθὺς ἡ τοῦ ἀποκειμένου ἐλπὶς, ὥσπερ σφενδόνη λίθον, τοῦ μοναστηρίου ἐκτινάσσει. ∆ιά τοι τοῦτο ἕκαστος αὐ τῶν γυμνοῦται τῆς ἀρχαίας περιουσίας, ὡς μηδὲ αὐτὸ τὸ ἔνδυμα ὃ περιβεβλημένος ἦλθε τοῦ λοιποῦ φορεῖν συγχωρεῖσθαι. Ἀλλὰ, τῶν ἀδελφῶν πάντων συν ηγμένων, προαχθεὶς εἰς τὸ μέσον, ἐκδύεται τὰ ἱμάτια τὰ ἴδια, καὶ διὰ τῶν χειρῶν τοῦ ἀββᾶ, ἐνδύμασι τοῦ μοναστηρίου μεταμφιέννυται· ὡς διὰ τοῦ τύπου τού του ἐπιγνῶναι αὐτὸν, ὅτι, πάντων τῶν κοσμικῶν πραγμάτων καὶ τῆς ἀλαζονείας, καὶ τοῦ τύφου γυ μνωθεὶς, ἐνεδύσατο τὴν πτωχείαν τοῦ Χριστοῦ, καὶ ὅτι ἀνεπαισχύντως ἐναριθμεῖ ἑαυτὸν, καὶ ἐξισοῖ τῷ σώματι τῆς ἀδελφότητος. Τὰ δὲ ἱμάτια ἃ ἀποδύεται λαβὼν ὁ οἰκονόμος τῆς μονῆς φυλάττει, ἀφορίσας ἕως δ' ἂν τῆς προκοπῆς αὐτοῦ καὶ τῆς ἀναστροφῆς, καὶ ὑπομονῆς τῆς ἐν διαφόροις πειρασμοῖς ἀπόδειξιν παρ άσχῃ. Καὶ εἰ μὲν εὕρωσιν αὐτὸν δυνάμενον ἐν τού τοις καρτερεῖν, καὶ ἐν σπουδῇ πάσῃ, καὶ διαπύρῳ θέρμῃ, ᾗ ἐνήρξατο, διαμένοντα, τοῖς λοιποῖς συναρι θμοῦσιν ἀδελφοῖς· εἰ δέ τι γογγυσμοῦ ἐλάττωμα, ἢ παρακοῆς οἱασδήποτε ἁμαρτίαν ἐν αὐτῷ καταμάρθωσιν [φ. καταμάρψωσιν], ἐκδύοντες τοῦτον ἅπερ ἐκ τοῦ μοναστηρίου ἐνεδύσαντο, καὶ τοῖς κοσμικοῖς ἐνδύμασι πάλιν περιβάλλοντες, ἀπωθοῦνται τοῦ κοινοβίου. Ὡς ἐκ ταύτης λοιπὸν τῆς ἀκριβείας μὴ εὐχερὲς εἶναι τῷ βουλομένῳ εἰσέρχεσθαι ὡς βούλεται ἢ ἀνα χωρεῖν τῆς μονῆς, ἀλλὰ τὸν μὴ ἐμμένοντα κατὰ πάντα τρόπον τῇ ἰδία ὁμολογίᾳ μετενδύεσθαι τοῦ μοναστηρίου. Ὅτε τοίνυν ὁ ὑποδεχθεὶς ταύτῃ, ᾗπερ εἰ ρήκαμεν, ἀκριβείᾳ δοκιμασθῇ, καὶ ἄμεμπτος εὑ ρεθῇ, οὐ παραχρῆμα τῇ συνοδίᾳ τῶν ἀδελφῶν συν αναμίγνυσθαι ἐπιτρέπεται, ἀλλὰ παραδίδοται τῷ ἐπιτεταγμένῳ τὴν φροντίδα τῶν ξένων, καὶ τούτοις πᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν ποιεῖν προστάσσεται· καὶ ὅτε ὁλόκληρον ἐνιαυτὸν ἀμέμπτως ἐξυπηρετήσῃ τοῖς ξένοις, τυπωθεὶς διὰ τούτου πρὸς ταπείνωσιν καὶ μακροθυμίαν, συναριθμεῖται λοιπὸν τῇ συνοδίᾳ τῶν ἀδελφῶν, καὶ παραδίδοται ἑνὶ τῶν γερόντων, ὃς 28.856 ταύτην ἔχει τὴν μέριμναν, ὅπως διδάξῃ τὸν μαθη τευόμενον, διὰ ποίας ὁδοῦ ἀρξάμενος δυνηθῇ ἐπὶ τὴν τελειότητα τῶν ἀρετῶν φθάσαι. Ἐν πρώτοις οὖν δι δάσκει αὐτὸν σπουδάζειν νικᾷν τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονὰς, διὰ τὸ ἐπιτάσσειν αὐτῷ τὰ ἐναντία τῶν θελημάτων αὐτοῦ. Οὐκ ἄλλως γὰρ λέγουσιν οἱ πατέρες δύνασθαί τινα τὰς ἡδονὰς χαλινοῦν, ἢ ὀργῆς περιγί νεσθαι, ἢ λύπης, ἢ ταπείνωσιν ἀληθῆ κτήσασθαι, ἢ ἁπλῶς μετὰ ἀδελφότητος ἐν κοινοβίῳ καλῶς τελειω θῆναι, εἰ μὴ πρότερον διὰ τῆς ὑπακοῆς νεκρώσῃ τὰ ἑαυτοῦ θελήματα. Ταύταις δὲ ταῖς διατυπώσεσι καὶ διδασκαλίαις τὸν μαθητευόμενον προβιβάσαντες ὡσ ανεὶ στοιχείοις τισὶ, καὶ συλλαβαῖς, ἀκολούθως πάλιν διδάσκουσι μὴ κρύπτειν τοὺς ἰδίους λογισμούς· ἀλλὰ παραχρῆμα ἡνίκα ἐπέρχονται, τούτους τῷ οἰκείῳ Πα τρὶ ἀποκαλύπτειν, καὶ μηδὲν περὶ τῆς τούτων δια κρίσεως τῇ ἰδίᾳ καρδίᾳ πιστεύειν· ἀλλ' ἐκεῖνο γι νώσκειν ἀγαθὸν ἢ κακὸν εἶναι; ὅπερ ταῖς ἑαυτοῦ δια
2