Epistulae ad Castorem

 καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοι

 κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτ

 διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶ

 ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις

 πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα το

 ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενο

 κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσία

 θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δ

 σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρ

 προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τού

 ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸ

 ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμ

 τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάρι

 περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ

 κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσ

 φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάν

 ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε δ

 λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τ

 δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νησ

 ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ,

κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτημένος μεθοδείας· διανὲς τῆς τοῦ διαβόλου τέχνης λέγουσιν εἶναι οἱ Πατέρες, τοῦ ἀναπείθειν αὐτὸν τοὺς μαθητευομένους ἀπὸ τῶν Πατέρων κρύ πτειν τοὺς ἰδίους λογισμοὺς ἰδίᾳ ὑπεροψίᾳ, ὡς δῆθεν ἱκανοὺς ὄντας ἑαυτοῖς τὰ συμφέροντα συμβουλεύσα σθαι, ἢ ἰδίᾳ κενοδοξίᾳ αἰσχυνομένους δημοσιεῦσαι τὰς ἑαυτῶν ἐνθυμήσεις. Τοσαύτη δὲ φυλάττεται παρ' αὐτοῖς ὑποταγὴ, ὡς μὴ τολμῆσαί τινα ἐκτὸς τοῦ ἀββᾶ μηδὲ τοῦ κελ λίου ὅπου κάθηται προβαίνειν· οὕτω δὲ τὰ παρ' αὐ τοῦ προστασσόμενα ἐπιτελεῖν σπουδάζουσιν, ὡς παρὰ Θεοῦ ταῦτα δεχόμενοι. Καθήμενοι δὲ ἐν τοῖς ἰδίοις κελλίοις, τῷ ἔργῳ τε καὶ τῇ μελέτῃ, καὶ τῇ προσευχῇ προσκείμενοι, καὶ μετὰ σπουδῆς προσέχοντες, ἐπει δὰν ἀκούσωσι τοῦ κρούοντος τὴν θύραν τοῦ κελλίου ἢ εἰς τὴν κοινὴν προσευχὴν, ἢ πρός τι ἔργον τούτους προσκαλουμένου, παραχρῆμα πάντα ὁμοῦ ἀφέντες, πρὸς τὸ ἐπιταγὲν ὁρμῶσι, πάσῃ σπουδῇ τὴν τῆς ὑπ ακοῆς ἀρετὴν ζηλοῦντες· ἣν οὐ μόνον τοῦ ἔργου τῶν χειρῶν, ἀναγνώσεώς τε καὶ τῆς ἐν κελλίῳ ἡσυχίας, ἀλλὰ καὶ πασῶν ἀρετῶν προτιμῶσι, καὶ ταύτης ἅπαντα δεύτερα τίθενται. Ἐκεῖνο δὲ μεταξὺ τῶν ἄλλων περιττόν ἐστι καὶ λέγειν, ὡς οὐδεὶς αὐτῶν ἄλλο τι κέκτηται πλὴν κο λοβίου, καὶ ἡμιφορίου, καὶ σανδαλίων, καὶ μηλωτῆς, καὶ ψιάθου· αἰσχύνην ἡγούμενοι τὸ λέγεσθαι παρ' αὐτοῖς, βιβλίον ἐμὸν, γραφεῖον ἐμὸν, ἢ ἄλλο τι ἐμόν. Τοσοῦτον δὲ ἕκαστος αὐτῶν καθ' ἡμέραν ἐξ ἔργου τε καὶ ἱδρῶτος ἰδίου προσφέρει πορισμὸν τῷ μονα στηρίῳ, ὡς μὴ μόνον ταῖς ἑαυτῶν χρείαις ἐξαρκεῖν, ἀλλὰ καὶ τῇ διακονίᾳ τῶν ξένων καὶ πτωχῶν ὑπουρ γεῖν. Οὕτως δὲ κάμνοντες οὐ φυσιοῦνται, οὐχ ὑπερ ηφανεύονται, οὔτε τις αὐτῶν ἐκ τοῦ οἰκείου ἔργου καὶ ἱδρῶτος ἀπαιτεῖ περισσότερον τῆς διδομένης παρὰ τοῦ ἀββᾶ χρείας· οὐ κτῆμα οἱασδήποτε ὕλης ἑαυτῷ 28.857 περιποιεῖται, πάροικον ἑαυτὸν καὶ ξένον ἔχων ὅλου τοῦ κόσμου, καὶ δοῦλον ἑαυτὸν μᾶλλον καὶ ὑπηρέτην τῶν ἀδελφῶν λογιζόμενος, ἤπερ δεσπότην οἱουδήποτε γηΐνου πράγματος. Εἰ δέ τις κλάσῃ σκεῦος οἱονδή ποτε, ἢ ἀπολέσῃ, ἐξομολογεῖται τῷ ἀββᾷ τῆς ἰδίας ῥᾳθυμίας τὸ πταῖσμα, καὶ οὕτω μετὰ ταπεινοφρο σύνης μετανοῶν λαμβάνει συγχώρησιν. Ὅστις δὲ πρός τι ἔργον μετακληθεὶς, ἢ πρὸς σύναξιν, κατα φρονήσας βραδύτερον ἀπαντήσῃ, ἢ σκληρότερον, ἢ προπετέστερον ἀποκριθῇ, ἢ ἀμελέστερον, ἢ ὑπογογ γύζων τὸ προσταχθὲν ποιήσῃ, ἢ τὴν ἀνάγνωσιν τοῦ ἔργου καὶ τῆς ὑπακοῆς προτιμήσας, τὰ προσταχθέντα αὐτῷ ἔργα βραδύτερον ἐκτελέσῃ, ἢ ἀπολυθεὶς τῆς συνάξεως μὴ ταχέως πρὸς τὸ ἔργον αὐτοῦ ἀναδράμῃ, ἢ μετά τινος ἐκτὸς ἀναγκαίας χρείας ὁμιλήσῃ, ἢ ἄλ λου μετὰ παῤῥησίας κατάσχῃ τὴν χεῖρα, ἢ συγγε νειῶν συντύχῃ χωρὶς τοῦ ἀββᾶ αὐτοῦ ἐπιτροπῆς καὶ εὐλογίας, ἢ ἐπιστολὴν παρά τινος δέξηται, ἤ τινι ἀντιγράψαι ἄνευ τοῦ ἀββᾶ ἐπιχειρήσῃ, ἤ τι τῶν ὁμοίων τούτοις πλημμελήσῃ, τοιούτῳ ἐπιτιμίῳ ὑπο βάλλεται· Συνηγμένων τῶν ἀδελφῶν ἐν τῇ συνάξει, ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξομολογούμενος, συγχώρησιν αἰτεῖ τοῦ ἰδίου σφάλματος. Τὰ δὲ παχύ τερα τούτων πταίσματα εἴ τις εὑρεθῇ πράττων, ἅτινά ἐστι καταφρόνησις, ἀντιλογία μετὰ ὑπερηφανίας, ἢ ἐκ τοῦ μοναστηρίου πρόοδος ἐκτὸς ἐπιτροπῆς τοῦ ἀββᾶ, ἢ πρὸς γυναῖκα συντυχία, ἢ ὀργὴ, ἢ μάχη, ἢ ἔχθρα, ἢ μνησικακία, ἢ φιλαργυρία, ἥτις ἐστὶ λέπρα ψυχῆς, ἢ κτῆσις οἱουδήποτε πράγματος ἐκτὸς τῶν διδομένων παρὰ τοῦ ἀββᾶ, ἢ τροφῆς ἄνευ εὐλογίας κλεψιμαίῳ τρόπῳ γινομένης, καὶ τὰ τούτων παρα πλήσια, οὐ τῷ προειρημένῳ ἐπιτιμίῳ ὑποβάλλεται, ἀλλὰ σφοδροτέρῳ, καὶ μείζονι. Καὶ εἰ μὴ διορθωθῇ, ἐκβάλλεται τοῦ μοναστηρίου Τὸ δὲ ἀνάγνωσιν ἐπιτελεῖσθαι ἔν τισι κοινοβίοις κατὰ τὸν καιρὸν τῆς ἑστιάσεως, οὐκ ἀπὸ τοῦ κανόνος τῶν Αἰγυπτίων, ἀλλὰ ἀπὸ τῶν Καππαδόκων, οἵτινες, οὐ πνευματικῆς ἕνεκεν τοσοῦτον γυμνασίας, ὅσον ἡσυχίας χάριν τῆς παρὰ τὰς ὁμιλίας, τὸ τοσοῦτον

3