Epistulae ad Castorem

 καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοι

 κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτ

 διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶ

 ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις

 πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα το

 ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενο

 κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσία

 θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δ

 σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρ

 προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τού

 ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸ

 ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμ

 τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάρι

 περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ

 κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσ

 φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάν

 ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε δ

 λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τ

 δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νησ

 ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ,

τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάριόν ἐστι διδόναι, ἢ λαμβάνειν,» κακῶς ἑρμηνεύουσι, βια ζόμενοι πρὸς τὴν ἰδίαν ἀπάτην καὶ τὴν τῆς φιλαργυ ρίας ἐπιθυμίαν τὴν ἔννοιαν τοῦ ῥητοῦ παραλογιζό μενοι, καὶ τὴν τοῦ Κυρίου διδασκαλίαν τὴν λέγουσαν· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρα νῷ, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ κρίνουσι τῆς ἀκτη μοσύνης μακαριώτερον τὸ ἐξουσιάζειν τοῦ ἰδίου πλούτου, καὶ ἐκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις· γινωσκέτωσαν οἱ τοιοῦτοι μήπω ἀποτετάχθαι τῷ κόσμῳ, μηδὲ ἐπιβῆναι τῆς μοναχικῆς τελειό τητος, ἐφ' ὅσον ἐπαισχύνονται τὴν ὑπὲρ Χριστοῦ ἔν δοξον μετὰ τοῦ Ἀποστόλου ἀναλαβεῖν πτωχείαν, καὶ τὴν τῶν χειρῶν ἐργασίαν ἑαυτοῖς τε καὶ τοῖς δεομέ νοις ὑπηρετεῖν. Εἰ δὲ ἐπιθυμοῦσιν ἔργῳ πληρῶσαι τὴν μοναδικὴν ἐπαγγελίαν, καὶ μετὰ τοῦ Ἀποστόλου δοξασθῆναι διασκορπίσαντες τὸν παλαιὸν πλοῦτον ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, μετὰ τοῦ Παύλου ἀγω νιζέσθωσαν τὸν καλὸν ἀγῶνα. Καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαιότερον ἐγίνωσκεν πρὸς τε λείωσιν ὁ αὐτὸς Ἀπόστολος, οὐκ ἂν κατεφρόνησε τῆς πρώτης αὐτοῦ ἀξίας· ἐπίσημον γὰρ λέγει ἑαυτὸν γεγονέναι, καὶ πολίτην Ῥωμαίων. Καὶ οἱ ἐν Ἱεροσο- λύμοις δὲ, οἵτινες ἐπώλουν τὰς οἰκίας αὐτῶν καὶ τοὺς ἀγροὺς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, οὐκ ἂν τοῦτο ἔπραττον, εἰ κεκρυμμένον ἐγίνωσκον ὑπὸ τῶν ἀποστόλων μακαριώτερον εἶναι, τὸ τοῖς ἰδίοις χρήμασι τρέφεσθαι καὶ μὴ καμάτῳ ἰδίῳ καὶ τῇ τῶν χοιρῶν ἐργασίᾳ. Σαφέστερον δὲ διδάσκει περὶ τούτου ὁ εἰρημένος Ἀπόστολος, ἐν οἷς γράφει Ῥωμαίοις τάδε· «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῆσαι τοῖς ἁγίοις. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοι νωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.» Οὗτος δὲ δέσμιος, καὶ φυλα καῖς πολλάκις, καὶ τῷ σκυλμῷ τῆς ὁδοιπορίας ὑπο βληθεὶς, καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἰώθει, ταῖς ἰδίαις χερσὶ προσπορίζειν ἑαυτῷ τὰς χρείας, ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν, τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλθόντων φάσκων· «Τὸ γὰρ ὑστέρημά μου ἀνεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας·» καὶ Φιλιππησίοις· «Ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου ἐξελθόντος μου ἀπὸ Μακεδονίας οὐδε μίαν Ἐκκλησίαν ἐκοινώνησεν εἰς λόγον δόσεως ἢ λή ψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς ἐπέμψατέ μοι τὴν χρείαν.» Ἔστωσαν 28.888 τοίνυν κατὰ τὴν γνώμην τῶν φιλαργύρων καὶ οὗτοι μακαριώτεροι τοῦ Ἀποστόλου, ἐπειδὴ ἐκ τῶν ἰδίων ὑποστάσεων ἐχορήγει αὐτοῖς ταῖς χρείαις. Ἀλλ' οὐκ ἄν τις εἰς ἐσχάτην ἄνοιαν ἐλθὼν εἰπεῖν τολμήσῃ τοῦτο. Εἰ τοίνυν βουλόμεθα τῷ εὐαγγελικῷ καὶ ἀποστολικῷ προστάγματι, καὶ πάσῃ ἐκείνῃ τῇ ἐξ ἀρχῆς ἐπὶ τῶν ἀποστόλων θεμελιωθείσῃ Ἐκκλησίᾳ ἀκολουθῆσαι· μὴ ταῖς ἡμετέραις ὑπονοίαις πειθώμεθα, μηδὲ τὰ καλῶς εἰρημένα κακῶς νοῶμεν· ἀλλ' ἀποῤῥίψαντες τὴν χλιαρὰν καὶ ἄπιστον γνώμην, ἀναλάβωμεν τὴν ἀκρί βειαν τοῦ Εὐαγγελίου. Οὕτω γὰρ δυνησόμεθα καὶ τοῖς τῶν ἁγίων Πατέρων ἴχνεσιν ἀκολουθῆσαι, καὶ τῆς ἐπιστήμης τοῦ κοινοβίου μηδέποτε ἀποστῆναι, καὶ ἐν ἀληθείᾳ ἀποτάξασθαι τούτῳ τῷ κόσμῳ. Καλὸν δὲ ἐνταῦθα καὶ λόγου ἁγίων Πατέρων ἐπιμνησθῆναι. Φέρεται τοίνυν τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου Καισαρείας Καππαδοκίας λόγος πρός τινα συγκλη τικὸν χλιαρῶς ἀποταξάμενον, καὶ παρακατασχόντα τινὰ τῶν ἰδίων χρημάτων, ῥῆμα τοιοῦτον· «Καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.» Χρὴ τοίνυν πάσῃ σπουδῇ ἐκκόπτειν ἐκ τῆς ἡμετέρας ψυχῆς τὴν ῥίζαν, καὶ ἀρχὴν πάντων τῶν κακῶν, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀσφαλῶς γινώσκοντας, ὅτι, με νούσης τῆς ῥίζης, οἱ κλάδοι φύονται, τὴν δὲ ἀρετὴν κατορθῶσαι δύσκολον, εἰ μὴ ἐν κοινοβίῳ διάγοντας. Ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτῶν τῶν ἀναγκαίων χρειῶν

14