κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃρέθη ἀγωνιζόμενος· ἀλλ' ὁ Θεὸς αὐτὸν ἐξεδί κησε. Κῆπον γὰρ τὸν ἑαυτοῦ ἀμπελῶνα οὐκ ἤθελεν, ἔνθα φύονται πράσσα [πράσα] καὶ κρόμμυα καὶ σκόροδα, ἅτε ἐξέκλινεν· ἀλλ' ἤθελεν ἀμπελῶνα εὐφροσύ νης· μᾶλλον δὲ τὸν ἑαυτοῦ νοῦν εὐφραντικὸν, καὶ οὐκ ἔκλυτον ὡς μολόχην κήπου ἐν καύματι, ἢ ὡς σευτλίον ἡμίεφθον, ὥσπερ οἱ νῦν προδεδωκότες. Εἰ γὰρ ἀφηρημένος ἦν, τάχα ἀφῄρητο ἂν ὁ νοῦς τῆς πατρικῆς θεοσεβείας· καὶ γὰρ ἐχρηματίσθη Ἰσραηλίτης, ὅτι νοῦς ἦν ὁρῶν τὸν Θεόν. Οἱ δὲ νῦν μηδὲν παθόντες τὸν ἑαυτῶν ἀμπελῶνα τῆς ἀληθινῆς ἀμπέλου ἀπέδοντο τῷ Ἀχαὰβ, καὶ ἐφυτεύθησαν τοσαῦτα ψεκτὰ λαχανοειδῆ. Μὴ γενώμεθα φιλάργυροι ὡς Ἑλισσαίου ὁ παῖς, ὁ διὰ τοῦτο τὴν λέπραν τοῦ Ναιμὰν ἐπισπασάμενος ἑαυτῷ· ἀλλ' ὑπομείνωμεν ἐν ταῖς θλίψεσιν, ἵνα τῆς ἀναπαύσεως μέτοχοι γενώμεθα· οὐδεὶς γὰρ χωρὶς θλίψεως εἰς τὴν βασιλείαν εἰσελεύσεται. Μιμησώμεθα τοὺς προγενεστέρους ἡμῶν ἁγίους. Ὁ πρῶτος δίκαιος ἦν Ἄβελ, ὃς ἀπαρχὴν τῷ Θεῷ ἀνήνεγκεν ἐκ πρωτο τόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, ὃν ἐζήλωσεν ὁ ἴδιος ἀδελφός. Τί γὰρ ἄδικον πε ποίηκε τῷ Κάϊν ὁ Ἄβελ; Ὁ δὲ ζῆλος διὰ τοῦτο ἐγένετο ἐν αὐτῷ, ἐπειδὴ οὐ προσεδέχθη αὐτὸς ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μὴ προσενέγκαι ὀρθῶς. Καὶ τὸ μὲν σῶμα ἀπέκτεινε, νομίζων σβέσαι τὴν μεταξὺ αὐτοῦ θείαν ἀγάπην, ἀγνοῶν, ὅτι ἡ ψυχὴ αὐτοῦ βοᾷ πρὸς τὸν Θεόν. Καὶ ὁ μὲν Σωτὴρ ἡμῶν μνείαν αὐτοῦ ποιεῖται ἐν τῷ Εὐαγγελίῳ· ἡ δὲ τοῦ Κάϊν μνεία ἀπείληπται. Σήμερον πάλιν τὸν ἀναίτιον Ἄβελ ἀποκτείνουσιν· ἀλλὰ τὸ αἷμα πρὸς τὸν Κύριον βοᾷ· καὶ ἐλπίζομεν, ὅτι οὐ παρασιωπηθήσεται διὰ τὸ αἷμα τῶν τηλικούτων μαρτύρων. Ὥσπερ ὁ τότε καιρὸς, οὕτω καὶ νῦν. 26.1301 Μνησθῶμεν δὲ καὶ τῆς ὑπομονῆς τοῦ Ἐνὼχ, ὅτι πεποίηκεν ἔτη τριακόσια ἑξήκοντα πέντε ἀνατεταμένην τὴν διάνοιαν ἔχων πρὸς τὸν Θεὸν, ἕως ἂν μετατεθῇ. Μὴ οὖν ὀλιγωρήσητε· οὐ γὰρ κεχρονίκα μεν. Καὶ Νῶε δὲ πεντακόσια ἔτη πεποίηκε δίκαιος ὢν τέλειος ἐν τῷ καιρῷ τῆς παραβάσεως, πρὸ τοῦ λαλεῖν πρὸς αὐτὸν Θεὸν κατασκευάσαι τὴν κιβωτὸν, καὶ ἄλλα ἑκατὸν ἔτη αὐτὴν ἐργαζόμενος, χλευαζόμενος ὑπὸ τῶν ἐναντιουμένων· καὶ οἱ μὲν χλευάζοντες ἀπ ώλοντο ὑπὸ τοῦ κατακλυσμοῦ· ὁ δὲ, ἐπὶ τὸν Θεὸν ἠλπικὼς, ἐσώθη σὺν τοῖς οἰκιακοῖς, καὶ σωτήριον ἐγένετο τῷ κόσμῳ. Ἀβραὰμ δὲ πάλιν ὑπήκοος Κυρίου γενόμενος κατέλιπε τὰ ἴδια οἰκητήρια, ἕως οὗ ἀπολάβῃ τὰς με γάλας ἐπαγγελίας· πειραζόμενος γὰρ ἄχρι τοῦ ἀν ενέγκαι θυσίαν τὸν ἴδιον ἀγαπητὸν υἱὸν τῷ Θεῷ, καὶ εἴληφε τηλικοῦτον χρηματισμὸν ὁ Ἀβραὰμ καλεῖσθαι φίλος Θεοῦ. Τὸν δὲ Ἰσαὰκ οἱ Φιλιστιεὶμ ἐπλεονέκτουν, καὶ τούτου τὰ φρέατα ἐνέφραττον, καὶ ἐμάχοντο αὐτῷ περὶ τοῦ ὕδατος· ὅτε δὲ ἔσχατον ἐμακρύνθη ἀπ' αὐ τῶν, ἐπλάτυνεν αὐτῷ ὁ Θεὸς, καὶ τὸ στόμα αὐτοῦ ἐνέπλησεν εὐλογίας. Καὶ σήμερον πάλιν τοῦ Ἰσαὰκ τὰ φρέατα θέλουσιν ἐμφράξαι· ἀλλὰ μὴ ἐάσητε· λάβετε σὺν ὑμῖν τοὺς παῖδας τοῦ Ἰσαὰκ, καὶ ὀρύξατε, αἵτι νές εἰσιν ἀποστόλων βοήθειαι τῆς διδασκαλίας, τῶν ὄντων ὑπερμάχων τῆς ἀληθείας. Τὸν Ἰακὼβ πάλιν ἐδίωκεν ὁ ἴδιος ἀδελφὸς Ἡσαῦ, καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν, καὶ ἐποίμαινε τὰ πρόβατα Λαβὰν, ἀγρυπνῶν ἡμέρας καὶ νυκτὸς, ὡς μίσθιος κακοπαθῶν, ἐμακροθύμησεν ἐν μόχθῳ. Ἐν δὲ τῇ ἑαυτοῦ συνέσει ἔθηκε τὰς ῥάβδους ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων, καὶ πάντα τὰ ποικιλοειδῆ πρόβατα ὑπήρχθη ἴδια. Καὶ τούτῳ ὁ Θεὸς ἐπ' ἐσχάτων ἐπλάτυνεν· αὐτὸς γὰρ μό νος ἀπῴχετο, σὺν πολλῷ δὲ πλήθει ἐλήλυθεν, υἱοὺς ἐκτήσατο καὶ κτήνη, οὐ μόνον δὲ, ἀλλὰ καὶ πλήθη ἀγγέλων συνευφραίνοντο αὐτῷ. Ἐλεύσεται οὖν ὁ ἀλη θινὸς Ἰακὼβ μετὰ τῆς οὐρανίου ἀγγελικῆς παρατάξεως, ὁ ποιμὴν τῶν προβάτων, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τὸν Ἰωσὴφ δὲ οἱ ἴδιοι ἀδελφοὶ ἐζήλωσαν· οἱ υἱοὶ τοῦ πατρὸς
2