Sermo de patientia

 κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃ

 αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιο

 μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ 26.1305 Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ

 πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ ∆αυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατ

αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιος ἐν πᾶσι τού τοις· οὐ γὰρ μόνον οἱ ἀδελφοὶ, ἀλλὰ καὶ ἡ γυνὴ ἐφθόνησεν αὐτῷ. Καὶ τοῦτον μακροθυμήσαντα ὁ Θεὸς κατ έστησε τῆς γῆς Αἰγύπτου βασιλέα. Οὐ μόνον τῆς αἰσθητῆς βασιλείας κληρονόμος, ἀλλὰ καὶ τῆς ἐπουρα νίου ἐγένετο. Καὶ σήμερόν εἰσιν οἱ τοὺς ἑαυτῶν ἀδελ φοὺς πιπράσκοντες καὶ διαμεριζόμενοι τὸ ἀργύριον. Μνησθῶμεν καὶ τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε εὐθηνοῦντος ἐκκλίναντος, μήτε μὴν πειραζόμενος τοσαῦτα ἐν ἑκάστῳ πράγματι, ἀλλὰ μακροθυμήσαν τος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλᾶ παρὰ Θεοῦ. Καὶ ἐμαρτυρήθη μέχρι νῦν, ὅτι πέπονθεν οὗτος, ἵνα φανῇ τοῖς πᾶσι δίκαιος. Ὁ δὲ Μωϋσῆς οὐκ ἐπεθύμησε τοῦ τόπου τὸν πλοῦτον περιποιήσασθαι· ἀλλ' ἔφυγε πάροικος γενόμενος ἐν ἀλλοτρίᾳ γῇ, ἢ τὰ ἐνεστῶτα κατέλειπεν, ἵνα μεταλάβῃ τῶν αἰωνίων. Οἱ δὲ τοίνυν ἐπελάθοντο [ἐπελάχοντο] ἴσως τῆς βασιλείας. 26.1304 Ἐκλείψει ὁ καιρὸς διηγουμένων ἡμῶν περὶ ἑκάστου τῶν ἁγίων. Ἀλλ' ἵνα συντόμως εἴπωμεν τὸν λόγον, δηλοῦμεν, ὅτι καὶ τὸν Ἡλίαν ἐδίωκεν Ἰεζάβελ, ὑπομείνας δὲ ἐν τῷ κόπῳ ἀνελήφθη. Καὶ ὁ Ἑλισσαῖος δὲ σὺν τοῖς μετ' αὐτοῦ βοτάνας ἤσθιεν, ἀλλ' εἶχε τὸν ἐν αὐτῷ ζῶντα Λόγον· καὶ τούτου τὰ ὀστᾶ τελευτήσαντα ἀνέστησε νεκρὸν, γνωρίσματος διδομένου, ὅτι τοῦ δικαίου ἐλπὶς οὐκ ἀπόλλυται. Ἱερεμίαν εἰς λάκκον βορβόρου ἐνέβαλον ζῶντα, ζηλούμενον ὑπὸ τῶν ψευδοπροφητῶν. Ὁ δὲ Ἰεζεκιὴλ κοιμώμενος ἦν ἐπὶ τὰ πλευρὰ ἡμέρας ὅλας ἑκατὸν ἐνενήκοντα, ἐσθίων ἄρτον καὶ πίνων οἶνον ἐν μέτρῳ, οὐ μετεστράφη ἀπὸ πλευροῦ ἐπὶ τὸ πλευρὸν, ἕως οὗ ὁ Θεὸς αὐτῷ εἶπεν. Οἱ δὲ καταλείποντες τὸν Κύριον μεταστρέφονται εἰς τὸ πλευρὸν τῆς ἰδίας ἀναπαύ σεως, οἵτινες ἔκδηλοί εἰσι λαβόντες ἀπεντεῦθεν τὴν ἑαυτῶν μερίδα. Ἐπιμείνατε οὖν ἐπὶ τὸ πλευρὸν ἕως ἂν ἡ θειότης προστάξῃ. Οἱ γὰρ τοῦ Ἰεζεκιὴλ μεγά λοι δεσμοί εἰσιν οἱ βεβαιότατοι λόγοι τοῦ Θεοῦ. Τοῦ δὲ ∆ανιὴλ κατηγόρησαν οἱ σατράπαι, κωλῦσαι θέλοντες αὐτὸν τῶν εὐχῶν· ὁ δὲ οὐκ ἐπαύσατο, καὶ ἐν εβλήθη δὶς εἰς λάκκον λεόντων· ὁ δὲ Θεὸς ἐνέφραξεν αὐτῶν τὰ στόματα. Καὶ σήμερον κατηγοροῦσιν ἡμῶν, μὴ θέλοντες προσεύχεσθαι ἡμᾶς πρὸς τὸν Θεόν. Φα νερὸν τοῦτο, ὅτι καὶ ἡμᾶς διώκουσι, καὶ τοὺς Πατέρας ἡμῶν τοὺς ἐπισκόπους. Μακάριος ἀνὴρ ὅστις ἄμεμπτός ἐστι, καὶ οὐχ εὑρέθη ἐν αὐτῷ αἰτία, ἀλλ' αὕτη μόνη, τὸ προσεύχεσθαι πρὸς τὸν Κύριον. Τοῦτό ἐστι τὸ ὑπομένειν εἰς τέλος. Μηδεὶς οὖν ἐν ὑμῖν δει λοψυχείτω. Κατανοήσατε γὰρ τοὺς τρεῖς ἁγίους μικροὺς ὄντας μὴ ὑποταγέντας τῇ εἰκόνι Ναβουχοδονόσορ, καὶ διὰ τῆς αὐτῆς ἁγιωσύνης καὶ πολιτείας κα τασβέσαντας τὴν τηλικαύτην κάμινον τῆς φλογὸς, καὶ οὐδὲ ὀσμὴ πυρὸς ἐν τοῖς ἐνδύμασιν αὐτῶν ἐγένετο. Μηδὲ ἐν τοῖς ὑμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πυρὸς τοῦ Ναβουχοδονόσορ, οἵτινές εἰσιν οἱ τοῦ διαβόλου οἱ κατασβεννύμενοι φθαρτοὶ λογισμοί. Μὴ ἀπατάτω ὑμᾶς βρῶσις, μηδὲ λεγέτω τις· Γεγήρακα, καὶ οὐ δύναμαι νηστεῦσαι· ἀλλὰ μεμνήσθω τοῦ γεραιοῦ Ἐλεαζάρου, τοῦ μὴ ἀπατηθέντος ὑπὸ τοῦ βασιλέως γεύσασθαι ἢ μιαροφαγῆσαι. Οἱ δὲ ἐν ὑμῖν νεώτεροι μνημονευέτωσαν τῶν ἑπτὰ γενναιοτάτων Μακκαβαίων, παραμυθούμενοι ἕκαστος τὸν ἑαυτοῦ ἀδελφὸν, ἄχρις ἂν τελειωθῶσιν ἐν τῇ μαρτυρίᾳ, καὶ γένωνται ἐν τῷ ναῷ Κυρίου στῦλοι φωτός. Ὅσαι δὲ πάλιν ἐν ὑμῖν μητέρες, παρακλήτορες ἔστωσαν τῶν τέκνων, ὥσπερ ἡ ἐκείνων ἀμανὴς καὶ ἀπλανὴς ἦν προτρεπομένη τοὺς υἱοὺς, ἵνα ἐν τῇ βασιλείᾳ αὐτοὺς ἀπολάβῃ σὺν αὐτῇ. Κἂν διωχθῆτε, καὶ ἀπολάβωσιν ὑμᾶς, ἱκανούσθω τὸ σῶμα ὑμῶν εἶναι ναὸς Θεοῦ. Μνήσθητε τῶν διωκομένων τότε ἀποστόλων καὶ εἰς φυλακὴν βληθέντων, καὶ εὐχαριστούντων μετὰ χα ρᾶς, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι· καὶ τῶν ἁγίων μαρτύρων τῶν τοσούτων αἰκισμοὺς ὑπενεγκόντων, ἄχρι καὶ ἐξορύξεως ὀφθαλμῶν, καὶ

3