Sermo de patientia

 κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃ

 αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιο

 μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ 26.1305 Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ

 πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ ∆αυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατ

πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ ∆αυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατῶν λέγων· Πῶς ἔπεσον δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά; Μὴ ἀναγγείλατε ἐν Γὲθ, μηδὲ ἐν ὁδοῖς Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσι θυγατέρες ἀπεριτμήτων· ἰδοὺ γὰρ καὶ σήμερον ἔπεσαν δυνατοὶ, καὶ μεγάλα σκεύη πολεμικὰ, ἅπερ δεῖ κλαίειν. Ἔκλαιε δὲ ἐπὶ τὸν Ἀβεσσαλὼμ, οὐχ ὅτι ἀπέθανεν, ἀλλ' ὅτι παρηνόμησε. Καὶ ἡμεῖς τοίνυν μὴ τοὺς τελευτήσαντας κλαύσωμεν, ἀλλὰ τοὺς τὴν ἰδίαν πίστιν ἀπαρνησαμένους. ∆εξώμεθα καὶ τὸν λόγον τοῦ προφήτου Ἰωὴλ, καὶ ἐπιτελέσωμεν, ὡς προστάττει καὶ προσκαλεῖται κλαίειν ἐπὶ τοὺς ἐν ἀπωλείᾳ λέγων· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τάχα δέ πως καὶ ἡμῖν λεχθείη τὸ, Καὶ ἐζήλωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἐν τοῖς Θρήνοις πάλιν κεῖται· Τείχη Σιὼν καταγαγέτωσαν ὡσεὶ χειμάῤῥους δάκρυα ἡμέρας καὶ νυκτός. Μὴ ἆρα τείχεσιν ἢ λίθοις λέγει, ἢ πάντως τοῖς οὖσιν ἁγίοις τείχεσι τῆς Ἐκκλησίας; Ἰδοὺ γὰρ ἐπὶ πάντας αὐτοὺς πεπλήρωται καταγαγόντας ὡσεὶ χειμάῤῥους δάκρυα πανταχοῦ. Νῦν δὲ ἐπιλαβώμεθα καὶ τοῦ τῆς Ὠδῆς λόγου· Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. Ὥσπερ οἱ προεστῶτες νῦν καὶ οὐκ ἔχοντες ποῦ τὰ σπέρματα καταβάλωσιν. Ἀλλ' ὅμως ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει φέροντες τὰ δράγματα αὐτῶν. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλία 26.1309 σις. Οἱ γὰρ ἀπόστολοι καὶ τότε κλαίοντες τὸ ἑσπέρας, ἠγαλλιάσαντο πρωΐας. Καὶ ἡ Μαγδαληνὴ Μαρία παρεκάθητο τῷ μνημείῳ κλαίουσα· ταύτῃ ὀφθεὶς ὁ Κύριος ἀφεῖλε τῶν αὐτῆς ὀφθαλμῶν τὰ δάκρυα· ἐπληρώθη τὸ προλέγοντο· Καὶ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Μνήσθητε τοῦ Κυρίου ἡμῶν, ὅτι τοσαῦτα ἔπαθε δι' ἡμᾶς· ἐξεδύθη τὸν ἱματισμὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην, περιέθηκαν αὐτῷ στέφανον ἐξ ἀκανθῶν, ἐνέπτυσαν αὐτῷ, ἐνέπαιξαν αὐτῷ, καὶ ἐῤῥαπίσθη ὑπὸ ὑπηρέτου ὁ τῶν ἁπάντων ∆εσπότης. Ἐκρεμάσθη ἐπὶ ξύλου, ἐπότισαν αὐτὸν ὄξος μετὰ χολῆς, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βλέποντος, λόγχῃ τὴν πλευρὰν ἔνυξαν, παρέθετο τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μνημείῳ, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, ἀνελήφθη ἐν δόξῃ εἰς οὐρανοὺς, προεκήρυξαν αὐτὸν ἅγιοι ἄγγελοι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Ἀναλογίσασθε οὖν τὸν τοιαύτην ὑπομονὴν ἐνδειξάμενον, ἵν' ὅστις ἂν μιμητὴς αὐτοῦ γίνηται, οὗτος καὶ συγκάθεδρος καὶ συγκληρονόμος αὐτοῦ γένηται, ὡς αὐτὸς ἐπηγγείλατο, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5